Ἰλιάς
Ῥαψωδία Γ
Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ᾽ ἡγεμόνεσσιν ἕκαστοι, Τρῶες μὲν κλαγγῇ τ᾽ ἐνοπῇ τ᾽ ἴσαν ὄρνιθες ὣς ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό· αἵ τ᾽ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον κλαγγῇ ταί γε πέτονται ἐπ᾽ ὠκεανοῖο ῥοάων ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι· ἠέριαι δ᾽ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται. οἳ δ᾽ ἄρ᾽ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. Εὖτ᾽ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην10 ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, τόσσόν τίς τ᾽ ἐπιλεύσσει ὅσον τ᾽ ἐπὶ λᾶαν ἵησιν· ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ᾽ ἀελλὴς ἐρχομένων· μάλα δ᾽ ὦκα διέπρησσον πεδίοιο. Οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες, Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.20 Τὸν δ᾽ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα, ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν σεύωνται ταχέες τε κύνες θαλεροί τ᾽ αἰζηοί· ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην· αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. Τὸν δ᾽ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς30 ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ, ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων. ὡς δ᾽ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἂψ δ᾽ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, ὣς αὖτις καθ᾽ ὅμιλον ἔδυ Τρώων ἀγερώχων δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής. Τὸν δ᾽ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν· Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ αἴθ᾽ ὄφελες ἄγονός τ᾽ ἔμεναι ἄγαμός τ᾽ ἀπολέσθαι·40 καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν ἢ οὕτω λώβην τ᾽ ἔμεναι καὶ ὑπόψιον ἄλλων. ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν εἶδος ἔπ᾽, ἀλλ᾽ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή. ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ᾽ εὐειδέ᾽ ἀνῆγες ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ,50 δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ; οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον; γνοίης χ᾽ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν· οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ᾽ Ἀφροδίτης ἥ τε κόμη τό τε εἶδος ὅτ᾽ ἐν κονίῃσι μιγείης. ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ᾽ ὅσσα ἔοργας. Τὸν δ᾽ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· Ἕκτορ ἐπεί με κατ᾽ αἶσαν ἐνείκεσας οὐδ᾽ ὑπὲρ αἶσαν· αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς60 ὅς τ᾽ εἶσιν διὰ δουρὸς ὑπ᾽ ἀνέρος ὅς ῥά τε τέχνῃ νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δ᾽ ἀνδρὸς ἐρωήν· ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί· μή μοι δῶρ᾽ ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης· οὔ τοι ἀπόβλητ᾽ ἐστὶ θεῶν ἐρικυδέα δῶρα ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ᾽ οὐκ ἄν τις ἕλοιτο· νῦν αὖτ᾽ εἴ μ᾽ ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι, ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, αὐτὰρ ἔμ᾽ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον συμβάλετ᾽ ἀμφ᾽ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι·70 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθ᾽ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾽ ἀγέσθω· οἳ δ᾽ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. Ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ αὖτ᾽ ἐχάρη μέγα μῦθον ἀκούσας, καί ῥ᾽ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας μέσσου δουρὸς ἑλών· τοὶ δ᾽ ἱδρύνθησαν ἅπαντες. τῷ δ᾽ ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ᾽ ἔβαλλον·80 αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ἴσχεσθ᾽ Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν· στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ. Ὣς ἔφαθ᾽, οἳ δ᾽ ἔσχοντο μάχης ἄνεῴ τ᾽ ἐγένοντο ἐσσυμένως· Ἕκτωρ δὲ μετ᾽ ἀμφοτέροισιν ἔειπε· κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν. ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα κάλ᾽ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸν δ᾽ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον90 οἴους ἀμφ᾽ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται κτήμαθ᾽ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ᾽ ἀγέσθω· οἳ δ᾽ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν. Ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος· κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε εἵνεκ᾽ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἀρχῆς·100 ἡμέων δ᾽ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. οἴσετε ἄρν᾽, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, Γῇ τε καὶ Ἠελίῳ· Διὶ δ᾽ ἡμεῖς οἴσομεν ἄλλον· ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ᾽ ὅρκια τάμνῃ αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι, μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται. αἰεὶ δ᾽ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· οἷς δ᾽ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω λεύσσει, ὅπως ὄχ᾽ ἄριστα μετ᾽ ἀμφοτέροισι γένηται.110 Ὣς ἔφαθ᾽, οἳ δ᾽ ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο. καί ῥ᾽ ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ᾽ ἔβαν αὐτοί, τεύχεά τ᾽ ἐξεδύοντο· τὰ μὲν κατέθεντ᾽ ἐπὶ γαίῃ πλησίον ἀλλήλων, ὀλίγη δ᾽ ἦν ἀμφὶς ἄρουρα· Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι· αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ᾽ ἄρν᾽ ἐκέλευεν οἰσέμεναι· ὃ δ᾽ ἄρ᾽ οὐκ ἀπίθησ᾽ Ἀγαμέμνονι δίῳ.120 Ἶρις δ᾽ αὖθ᾽ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. τὴν δ᾽ εὗρ᾽ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε δίπλακα πορφυρέην, πολέας δ᾽ ἐνέπασσεν ἀέθλους Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οὕς ἑθεν εἵνεκ᾽ ἔπασχον ὑπ᾽ Ἄρηος παλαμάων· ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· δεῦρ᾽ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι130 Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οἳ πρὶν ἐπ᾽ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο· οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι, παρὰ δ᾽ ἔγχεα μακρὰ πέπηγεν. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο· τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις. Ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·140 αὐτίκα δ᾽ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν ὁρμᾶτ᾽ ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο, Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις· αἶψα δ᾽ ἔπειθ᾽ ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν. Οἳ δ᾽ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην Λάμπόν τε Κλυτίον θ᾽ Ἱκετάονά τ᾽ ὄζον Ἄρηος Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ᾽ ἀγορηταὶ150 ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ᾽ ὕλην δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι· τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ᾽ ἐπὶ πύργῳ. οἳ δ᾽ ὡς οὖν εἴδονθ᾽ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον· οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδ᾽ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν· ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ᾽ ἐν νηυσὶ νεέσθω, μηδ᾽ ἡμῖν τεκέεσσί τ᾽ ὀπίσσω πῆμα λίποιτο.160 Ὣς ἄρ᾽ ἔφαν, Πρίαμος δ᾽ Ἑλένην ἐκαλέσσατο φωνῇ· δεῦρο πάροιθ᾽ ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο, ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε· οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν· ὥς μοι καὶ τόνδ᾽ ἄνδρα πελώριον ἐξονομήνῃς ὅς τις ὅδ᾽ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε. ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι, καλὸν δ᾽ οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν, οὐδ᾽ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε.170 Τὸν δ᾽ Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν· αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε· ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. ἀλλὰ τά γ᾽ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα. τοῦτο δέ τοι ἐρέω ὅ μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς· οὗτός γ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, ἀμφότερον βασιλεύς τ᾽ ἀγαθὸς κρατερός τ᾽ αἰχμητής· δαὴρ αὖτ᾽ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ᾽ ἔην γε.180 Ὣς φάτο, τὸν δ᾽ ὁ γέρων ἠγάσσατο φώνησέν τε· ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον, ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, οἵ ῥα τότ᾽ ἐστρατόωντο παρ᾽ ὄχθας Σαγγαρίοιο· καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην ἤματι τῷ ὅτε τ᾽ ἦλθον Ἀμαζόνες ἀντιάνειραι· ἀλλ᾽ οὐδ᾽ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί.190 Δεύτερον αὖτ᾽ Ὀδυσῆα ἰδὼν ἐρέειν᾽ ὁ γεραιός· εἴπ᾽ ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ᾽ ἐστί· μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο, εὐρύτερος δ᾽ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι. τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν· ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ, ὅς τ᾽ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων. Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειθ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα· οὗτος δ᾽ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς,200 ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά. Τὴν δ᾽ αὖτ᾽ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα· ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες· ἤδη γὰρ καὶ δεῦρό ποτ᾽ ἤλυθε δῖος Ὀδυσσεὺς σεῦ ἕνεκ᾽ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ· τοὺς δ᾽ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα, ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά. ἀλλ᾽ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους,210 ἄμφω δ᾽ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς· ἀλλ᾽ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος οὐδ᾽ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν. ἀλλ᾽ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, σκῆπτρον δ᾽ οὔτ᾽ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, ἀλλ᾽ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· φαίης κε ζάκοτόν τέ τιν᾽ ἔμμεναι ἄφρονά τ᾽ αὔτως.220 ἀλλ᾽ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτ᾽ Ὀδυσῆΐ γ᾽ ἐρίσσειε βροτὸς ἄλλος· οὐ τότε γ᾽ ὧδ᾽ Ὀδυσῆος ἀγασσάμεθ᾽ εἶδος ἰδόντες. Τὸ τρίτον αὖτ᾽ Αἴαντα ἰδὼν ἐρέειν᾽ ὃ γεραιός· τίς τὰρ ὅδ᾽ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους; Τὸν δ᾽ Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν· οὗτος δ᾽ Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν· Ἰδομενεὺς δ᾽ ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς230 ἕστηκ᾽, ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται. πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο. νῦν δ᾽ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, οὕς κεν ἐῢ γνοίην καί τ᾽ οὔνομα μυθησαίμην· δοιὼ δ᾽ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν Κάστορά θ᾽ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ. ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, ἢ δεύρω μὲν ἕποντο νέεσσ᾽ ἔνι ποντοπόροισι,240 νῦν αὖτ᾽ οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ᾽ ἅ μοί ἐστιν. Ὣς φάτο, τοὺς δ᾽ ἤδη κάτεχεν φυσίζοος αἶα ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ. Κήρυκες δ᾽ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα· ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν· ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι250 Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων ἐς πεδίον καταβῆναι ἵν᾽ ὅρκια πιστὰ τάμητε· αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσοντ᾽ ἀμφὶ γυναικί· τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ᾽ ἕποιτο· οἳ δ᾽ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. Ὣς φάτο ῥίγησεν δ᾽ ὃ γέρων, ἐκέλευσε δ᾽ ἑταίρους ἵππους ζευγνύμεναι· τοὶ δ᾽ ὀτραλέως ἐπίθοντο.260 ἂν δ᾽ ἄρ᾽ ἔβη Πρίαμος, κατὰ δ᾽ ἡνία τεῖνεν ὀπίσσω· πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον· τὼ δὲ διὰ Σκαιῶν πεδίον δ᾽ ἔχον ὠκέας ἵππους. Ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς, ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο. ὄρνυτο δ᾽ αὐτίκ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων, ἂν δ᾽ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν.270 Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο, ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις. τοῖσιν δ᾽ Ἀτρεΐδης μεγάλ᾽ εὔχετο χεῖρας ἀνασχών· Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε, Ἠέλιός θ᾽, ὃς πάντ᾽ ἐφορᾷς καὶ πάντ᾽ ἐπακούεις, καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίνυσθον ὅτις κ᾽ ἐπίορκον ὀμόσσῃ, ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ᾽ ὅρκια πιστά·280 εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ αὐτὸς ἔπειθ᾽ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, ἡμεῖς δ᾽ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν· εἰ δέ κ᾽ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, Τρῶας ἔπειθ᾽ Ἑλένην καὶ κτήματα πάντ᾽ ἀποδοῦναι, τιμὴν δ᾽ Ἀργείοις ἀποτινέμεν ἥν τιν᾽ ἔοικεν, ἥ τε καὶ ἐσσομένοισι μετ᾽ ἀνθρώποισι πέληται. εἰ δ᾽ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς290 αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω. Ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ· καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός. οἶνον δ᾽ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν ἔκχεον, ἠδ᾽ εὔχοντο θεοῖς αἰειγενέτῃσιν. ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν ὧδέ σφ᾽ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος300 αὐτῶν καὶ τεκέων, ἄλοχοι δ᾽ ἄλλοισι δαμεῖεν. Ὣς ἔφαν, οὐδ᾽ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων. τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε· κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί· ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν ἄψ, ἐπεὶ οὔ πω τλήσομ᾽ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ· Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν. Ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς,310 ἂν δ᾽ ἄρ᾽ ἔβαιν᾽ αὐτός, κατὰ δ᾽ ἡνία τεῖνεν ὀπίσσω· πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον. τὼ μὲν ἄρ᾽ ἄψοῤῥοι προτὶ Ἴλιον ἀπονέοντο· Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος. λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον, ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε320 ὁππότερος τάδε ἔργα μετ᾽ ἀμφοτέροισιν ἔθηκε, τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, ἡμῖν δ᾽ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι. Ὣς ἄρ᾽ ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. οἳ μὲν ἔπειθ᾽ ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε᾽ ἔκειτο· αὐτὰρ ὅ γ᾽ ἀμφ᾽ ὤμοισιν ἐδύσετο τεύχεα καλὰ δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε330 καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ᾽ αὐτῷ. ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει. ὣς δ᾽ αὔτως Μενέλαος ἀρήϊος ἔντε᾽ ἔδυνεν. Οἳ δ᾽ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,340 ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο δεινὸν δερκόμενοι· θάμβος δ᾽ ἔχεν εἰσορόωντας Τρῶάς θ᾽ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς. καί ῥ᾽ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ σείοντ᾽ ἐγχείας ἀλλήλοισιν κοτέοντε. πρόσθε δ᾽ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος, καὶ βάλεν Ἀτρεΐδαο κατ᾽ ἀσπίδα πάντοσε ἴσην, οὐδ᾽ ἔῤῥηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδ᾽ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·350 Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκ᾽ ἔοργε δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, ὄφρα τις ἐῤῥίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ. Ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, καὶ βάλε Πριαμίδαο κατ᾽ ἀσπίδα πάντοσε ἴσην· διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα ἔγχος· ὃ δ᾽ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.360 Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός. Ἀτρεΐδης δ᾽ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· ἦ τ᾽ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος· νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ᾽ ἔβαλόν μιν. Ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης, ἕλκε δ᾽ ἐπιστρέψας μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς·370 ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν, ὅς οἱ ὑπ᾽ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης. καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη, ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο· κεινὴ δὲ τρυφάλεια ἅμ᾽ ἕσπετο χειρὶ παχείῃ. τὴν μὲν ἔπειθ᾽ ἥρως μετ᾽ ἐϋκνήμιδας Ἀχαιοὺς ῥῖψ᾽ ἐπιδινήσας, κόμισαν δ᾽ ἐρίηρες ἑταῖροι· αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων ἔγχεϊ χαλκείῳ· τὸν δ᾽ ἐξήρπαξ᾽ Ἀφροδίτη380 ῥεῖα μάλ᾽ ὥς τε θεός, ἐκάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ, κὰδ δ᾽ εἷσ᾽ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι. αὐτὴ δ᾽ αὖ Ἑλένην καλέουσ᾽ ἴε· τὴν δὲ κίχανε πύργῳ ἐφ᾽ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν· χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε· τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη· δεῦρ᾽ ἴθ᾽· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι.390 κεῖνος ὅ γ᾽ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης ἀνδρὶ μαχεσσάμενον τόν γ᾽ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ ἔρχεσθ᾽, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν. Ὣς φάτο, τῇ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· καί ῥ᾽ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν στήθεά θ᾽ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα, θάμβησέν τ᾽ ἄρ᾽ ἔπειτα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε· δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν; ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων400 ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων· οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ᾽ ἄγεσθαι, τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; ἧσο παρ᾽ αὐτὸν ἰοῦσα, θεῶν δ᾽ ἀπόεικε κελεύθου, μηδ᾽ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, ἀλλ᾽ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, εἰς ὅ κέ σ᾽ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην. κεῖσε δ᾽ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη·410 κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ᾽ ὀπίσσω πᾶσαι μωμήσονται· ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῷ. Τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη· μή μ᾽ ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω, τὼς δέ σ᾽ ἀπεχθήρω ὡς νῦν ἔκπαγλ᾽ ἐφίλησα, μέσσῳ δ᾽ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι. Ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα, βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.420 Αἳ δ᾽ ὅτ᾽ Ἀλεξάνδροιο δόμον περικαλλέ᾽ ἵκοντο, ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, ἣ δ᾽ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν. τῇ δ᾽ ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη ἀντί᾽ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· ἔνθα κάθιζ᾽ Ἑλένη κούρη Διὸς αἰγιόχοιο ὄσσε πάλιν κλίνασα, πόσιν δ᾽ ἠνίπαπε μύθῳ· ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ᾽ ὀλέσθαι ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν. ἦ μὲν δὴ πρίν γ᾽ εὔχε᾽ ἀρηϊφίλου Μενελάου430 σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· ἀλλ᾽ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ᾽ ἔγωγε παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀφραδέως, μή πως τάχ᾽ ὑπ᾽ αὐτοῦ δουρὶ δαμήῃς. Τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε· μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε· νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, κεῖνον δ᾽ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.440 ἀλλ᾽ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε· οὐ γάρ πώ ποτέ μ᾽ ὧδέ γ᾽ ἔρως φρένας ἀμφεκάλυψεν, οὐδ᾽ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσῳ δ᾽ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. Ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δ᾽ εἵπετ᾽ ἄκοιτις. Τὼ μὲν ἄρ᾽ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν, Ἀτρεΐδης δ᾽ ἀν᾽ ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα.450 ἀλλ᾽ οὔ τις δύνατο Τρώων κλειτῶν τ᾽ ἐπικούρων δεῖξαι Ἀλέξανδρον τότ᾽ ἀρηϊφίλῳ Μενελάῳ· οὐ μὲν γὰρ φιλότητί γ᾽ ἐκεύθανον εἴ τις ἴδοιτο· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι· νίκη μὲν δὴ φαίνετ᾽ ἀρηϊφίλου Μενελάου, ὑμεῖς δ᾽ Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν᾽ ἔοικεν, ἥ τε καὶ ἐσσομένοισι μετ᾽ ἀνθρώποισι πέληται.460 Ὣς ἔφατ᾽ Ἀτρεΐδης, ἐπὶ δ᾽ ᾔνεον ἄλλοι Ἀχαιοί.
Так лишь на битву построились оба народа с вождями, Трои сыны устремляются, с говором, с криком, как птицы: Крик таков журавлей раздается под небом высоким, Если, избегнув и зимних бурь, и дождей бесконечных, С криком стадами летят через быстрый поток Океана, Бранью грозя и убийством мужам малорослым, пигмеям, С яростью страшной на коих с воздушных высот нападают. Но подходили в безмолвии, боем дыша, аргивяне, Духом единым пылая — стоять одному за другого. Словно туман над вершинами горными Нот разливает, Пастырям стад нежеланный, но вору способнейший ночи: Видно сквозь оный не дальше, как падает брошенный камень,  — Так из-под стоп их прах, подымаяся мрачный, крутился Вслед за идущими; быстро они проходили долину. И когда уже сблизились к битве идущие рати, Вышел вперед от троян Александр, небожителю равный, С кожею парда на раме, с луком кривым за плечами И с мечом при бедре; а в руках два копья медножалых Гордо колебля, он всех вызывал из данаев храбрейших, Выйти противу него и сразиться жестокою битвой. Но лишь увидел его Менелай, любимый Ареем, Быстро вперед из толпы выступающим поступью гордой,  — Радостью вспыхнул, как лев, на добычу нежданно набредший, Встретив еленя рогатого или пустынную серну; Гладны, неистово он пожирает, хотя отовсюду Сам окружен и ловцами младыми, и быстрыми псами: Радостью вспыхнул такой Менелай, Александра героя Близко узрев пред собой; и, отметить похитителю мысля, Быстро Атрид с колесницы с оружием прянул на землю. Но лишь увидел его Приамид, Александр боговидный, Между передних блеснувшего, сердце его задрожало; Быстро он к сонму друзей отступил, избегающий смерти. Словно как путник, увидев дракона в ущелиях горных, Прядает вспять и от ужаса членами всеми трепещет, Быстро уходит, и бледность его покрывает ланиты,  — Так убежавши, в толпу погрузился троян горделивых Образом красный Парис, устрашаясь Атреева сына. Гектор, увидев его, поносил укорительной речью: «Видом лишь храбрый, несчастный Парис, женолюбец, прельститель! Лучше бы ты не родился или безбрачен погибнул! Лучше б сего я желал, и тебе б то отраднее было, Чем поношеньем служить и позорищем целому свету! Слышишь, смеются ряды кудреглавых данаев, считавших Храбрым тебя первоборцем, судя по красивому виду. Вид твой красен, но ни силы в душе, ни отважности в сердце! Бывши таков ты, однако дерзнул в кораблях мореходных Бурное море исплавать, в толпою клевретов любезных, В чуждое племя войти и похитить из стран отдаленных Славу их жен, и сестру и невестку мужей браноносных, В горе отцу твоему, и народу, и целому царству, В радость ахейцам врагам, а себе самому в поношенье! Что же с оружьем не встретил царя Менелая? Узнал бы Ты, браноносца какого владеешь супругой цветущей. Были б не в помощь тебе ни кифара, ни дар Афродиты, Пышные кудри и прелесть, когда бы ты с прахом смесился. Слишком робок троянский народ, иль давно б уже был ты Каменной ризой одет, злополучии толиких виновник!» Гектору быстро в ответ возразил Александр боговидный: «Гектор, ты вправе хулить, и твоя мне хула справедлива. Сердце в груди у тебя, как секира, всегда непреклонно: Древо пронзает она под рукой древодела и рьяность Мужа сугубит, когда обсекает он брус корабельный: Так в груди у тебя непреклонен дух твой высокий. Не осуждай ты любезных даров златой Афродиты. Нет, ни один не порочен из светлых даров нам бессмертных; Их они сами дают; произвольно никто не получит. Ныне, когда ты желаешь, чтоб я воевал и сражался, Всем повели успокоиться, Трои сынам и ахейцам; И посреди их поставьте меня с Менелаем героем; Мы за Елену Аргивскую с ним перед вами сразимся. Кто из двоих победит и окажется явно сильнейшим, В дом и Елену введет, и сокровища все он получит. Вы ж, заключившие дружбу и клятвы святые, владейте Троей холмистой; ахейцы же в Аргос, конями богатый, Вспять отплывут и в Ахаию, славную жен красотою.» Так говорил, и восхитился Гектор услышанной речью; И, на средину исшед и копье ухватив посредине, Спнул фаланги троянские; все успокояся стали. Но на Гектора луки ахеян сыны натянули. Многие метили копьями, многие бросили камни. К ним громогласно воззвал повелитель мужей Агамемнон: «Стойте, аргивцы друзья! не стреляйте, ахейские мужи! Слово намерен вещать шлемоблещущий Гектор великий.» Рек, — и ахеяне прервали, бой и немедленно стали Окрест, умолкнув; и Гектор великий вещал среди воинств: «Сонмы троян и ахеян красивопоножных! внимайте, Что предлагает Парис, от которого брань воспылала. Он предлагает троянам и всем меднолатным ахейцам Ратные сбруи свои положить на всеплодную землю; Сам посреди ополчений с воинственным он Менелаем, Битвой, один на один, за Елену желает сразиться. Кто из двоих победит и окажется явно сильнейшим, В дом и Елену введет, и сокровища все он получит; Мы ж на взаимную дружбу священные клятвы положим.» Рек он; ахейцы безмолвные все сохраняли молчанье; И меж них провещал Менелай, знаменитый воитель! «Ныне внимайте и мне; жесточайшая горесть пронзает Сердце мое; помышляю давно я: пора примириться Трои сынам и ахейцам; довольно вы бед претерпели Ради вражды между мной и Парисом, виновником оной. Кто между двумя судьбой обречен на погибель, Тот да погибнет! а вы, о друзья, примиритесь немедля. Пусть же представят и белого агнца, и черную овцу Солнцу принесть и земле; а Крониду пожрем мы другого. Пусть призовут и Приама владыку, да клятву положит Сам (а сыны у него напыщенны, всегда вероломны): Да преступник какой-либо Зевсовых клятв не разрушит: Сердце людей молодых легкомысленно, непостоянно; Старец, меж ними присущий, вперед и назад прозорливо Смотрит, обеих сторон соблюдая взаимную пользу.» Так говорил; и наполнились радостью оба народа, Чая почить наконец от трудов изнурительной брани: Коней становят в ряды, с колесниц, своих прядают сами; Быстро снимают доспехи, на землю слагают их близко Друг против друга: меж воинств осталося узкое поле. Гектор немедленно к граду глашатаев двух посылает Агнцев поспешно принесть и вызвать владыку Приама. Царь Агамемнон равно повеление дал Талфибию К сеням ахейским идти и принесть на заклание агнца; Он поспешил, повинуясь державному сыну Атрея. С вестью Ирида явилась к Елене лилейнораменной. Вестница, образ принявши любезной Елене золовки, С коей в супружестве был Антенорид царь Геликаон, Образ младой Лаодики, прекраснейшей дщери Приама, В терем вошла, где Елена ткань великую ткала, Светлый, двускладный покров, образуя на оном сраженья, Подвиги конных троян и медянодоспешных данаев, В коих они за нее от Ареевых рук пострадали. К ней приступив, быстроногая так говорила Ирида: «Выйди, любезная нимфа, деяния чудные видеть Конников храбрых троян и медянодоспешных данаев. Оба народа недавно, стремимые бурным Ареем, В поле сходились, пылая взаимно погибельной бранью. Ныне безмолвны стоят; прекратилася брань; ратоборцы Все на щиты преклонилися, копья их воткнуты в землю. Но герой Александр и Атрид Менелай браноносный Выйти желают одни за тебя на копьях сразиться, И супругой любезной тебя наречет победитель.» Так изрекла и влияла ей в душу сладкие чувства, Думы о первом супруге, о граде родимом и кровных. Встала она и, сребристыми тканями вкруг осеняся, Быстро из дому идет со струящеюсь нежной слезою. Следом за ней поспешили прислужницы верные обе, Эфра, Питеева дочь, и Климена, с блистательным взором. Скоро они притекли ко вратам возвышавшимся Скейским, Там и владыка Приам, и Панфой, и Фимет благородный, Клитий, божественный Ламп, Гикетаон, Ареева отрасль, Укалегон, и герой Антенор, прозорливые оба, Старцы народа сидели на Скейской возвышенной башне, Старцы, уже не могучие в брани, но мужи совета, Сильные словом, цикадам подобные, кои по рощам, Сидя на ветвях дерев, разливают голос их звонкий: Сонм таковых илионских старейшин собрался на башне. Старцы, лишь только узрели идущую к башне Елену, Тихие между собой говорили крылатые речи: «Нет, осуждать невозможно, что Трои сыны и ахейцы Брань за такую жену и беды столь долгие терпят: Истинно, вечным богиням она красотою подобна! Но, и столько прекрасная, пусть возвратится в Элладу; Пусть удалится от нас и от чад нам любезных погибель!» Так говорили; Приам же ее призывал дружелюбно: «Шествуй, дитя мое милое! ближе ко мне ты садися. Узришь отсюда и первого мужа, и кровных, и ближних. Ты предо мною невинна; единые боги виновны: Боги с плачевной войной на меня устремили ахеян! Сядь и поведай мне имя величеством дивного мужа: Кто сей, пред ратью ахейскою, муж и великий и мощный? Выше его головой меж ахеями есть и другие, Но толико прекрасного очи мои не видали, Ни толико почтенного: мужу царю он подобен!» Старцу в женах знаменитая так отвечала Елена: «Ты и почтен, для меня, возлюбленный свекор, и страшен! Лучше бы горькую смерть предпочесть мне, когда я решилась Следовать с сыном твоим, как покинула брачный чертог мой, Братьев, и милую дочь, и веселых подруг мне бесценных! Но не сделалось так; и о том я в слезах изнываю!.. Ты вопрошаешь меня, и тебе я скажу, Дарданион: Муж сей есть пространно державный Атрид Агамемнон, Славный в Элладе, как мудрый царь и как доблестный воин, Деверь он был мне; увы, недостойная, если б он был им!» Так говорила, — и старец, дивяся Атриду, воскликнул: О Агамемнон, счастливым родившийся, смертный блаженный! Сколько под властью твоею ахейских сынов браноносных! Некогда, быв во фригийской земле, виноградом обильной, Зрел я великую рать фригиян, колесничников быстрых; Зрел я Атрея полки и Мигдона, подобного богу: Станом стояло их воинство вдоль берегов Сангария; Там находился и я, и союзником оных считался, В день, как мужам подобные ратью нашли амазонки: Но не столько их было, как здесь быстрооких данаев.» После, узрев Одиссея, Приам вопрошает Елену: «Ныне скажи и об этом, дитя мое: кто сей данаец? Менее целой главой, чем великий Атрид Агамемнон, Но, как сдается мне, он и плечами и персями шире. Сбруя его боевая лежит на земле плодоносной; Сам же, подобно овну, по рядам ратоборным он ходит. Он мне подобным овну представляется, пышному волной, В стаде ходящему между овец среброрунных.» Вновь отвечала Приаму Елена, рожденная Зевсом: «Муж сей, почтенный Приам, Лаэртид Одиссей многоумный, Взросший в народе Итаки, питомец земли каменистой, Муж, преисполненный козней различных и мудрых советов.» К ней обративши слева, говорил Антенор благоумный: «Подлинно, речь справедливую ты, о жена, произносишь: Некогда к нам приходил Одиссей Лаэртид знаменитый, Присланный, ради тебя, с Менелаем воинственным купно. Я их тогда принимал и угащивал дружески в доме; Свойство узнал обоих и советов их разум изведал. Если они на собранья троянские вместе являлись,  — Стоя, плечами широкими царь Менелай отличался; Сидя же вместе, взрачнее был Одиссей благородный. Если они пред собранием думы и речи сплетали,  — Царь Менелай всегда говорил, изъясняяея бегло, Мало вещал, но разительно; не был Атрид многословен, Ни в речах околичен, — хоть был он и младший годами. Но когда говорить восставал Одиссей многоумный, Тихо стоял и в землю смотрел, потупивши очи; Скиптра в деснице своей ни назад, ни вперед он не двигал, Но незыбно держал, человеку простому подобный. Счел бы его ты разгневанным мужем или скудоумным. Но когда издавал он голос могучий из персей, Речи, как снежная вьюга, из уст у него устремлялись! Нет, не дерзнул бы никто с Одиссеем стязаться словами; Мы не дивились тогда Одиссееву прежнему виду.» Третьего видя Аякса, Приам вопрошает Елену: «Кто еще оный ахеянин, столько могучий, огромный? Он и главой и плечами широкими всех перевысил.» Старцу в женах знаменитая вновь отвечала Елена: «Муж сей — Аякс Теламонид великий, твердыня данаев. Там, среди критских дружин, возвышается, богу подобный, Идоменей, и при нем предводители критян толпятся. Часто героя сего Менелай угощал дружелюбно В нашем доме, когда приходил он из славного Крита. Вижу и многих других быстрооких данайских героев; Всех я узнала б легко и поведала б каждого имя. Двух лишь нигде я не вижу строителей воинств: незримы Кастор, коней укротитель, с могучим бойцом Полидевком, Братья, которых со мною родила единая матерь. Или они не оставили град Лакедемон веселый? Или, быть может, и здесь, принеслись в кораблях мореходных, Но одни не желают вступать в ратоборство с мужами, Срамом гнушаясь и страшным позором, меня тяготящим!» Так говорила; но их уже матерь земля сокрывала Там, в Лакедемоне, в недрах любезной земли их родимой. Тою порой через Трою жертвы для клятвы священной, Агнцев и дар полей, вино, веселящее сердце, В козьем меху несли провозвестники; нес совокупно Вестник Идеи и блестящую чашу, и кубки златые; Он же, и к старцу представ, призывал Дарданида, вещая: «Сын Лаомедонов, шествуй, тебя приглашают вельможи Трои сынов конеборных и меднодоспешных данаев Выйти на ратное поле, да клятвы святые положат. Ныне герой Александр и с ним Менелай браноносец С длинными копьями выйдут одни за Елену сразиться; Кто победит — и жены и сокровищ властителем будет; Мы ж, заключившие дружбу и клятвы священные, будем Троей владеть, а данаи в Аргос, конями обильный, Вспять отплывут и в Ахаию, славную жен красотою.» Так произнес; ужаснулся Приам, но друзьям повелел он Коней запречь в колесницу; они покорились охотно; Старец взошел и бразды натянул к управлению коней; Подле него Антенор на блистательной стал колеснице; В поле они через Скейские быстрых направили коней. И когда достигнули воинств троян и ахеян, Там, с колесницы прекрасной сошедши на злачную землю, Между троян и ахеян срединою шествуют старцы. В встречу им быстро восстал повелитель мужей Агамемнон, Мудрый восстал Одиссей; и почтенные вестники оба Жертвы для клятвы священной представили; в чаше единой Вина смесили и на руки воду царям возлияли. Тут Агамемнон, владыка, десницею нож обнаживши Острый, висящий всегда при влагалище мечном великом, Волну отрезал на агнчих главах, и глашатаи оба, Взяв, разделили ее меж избранных троян и ахеян. Царь Агамемнон воззвал, с воздеянием дланей моляся: «Мощный Зевс, обладающий с Иды, преславный, великий! Гелиос, видящий все и слышащий все в поднебесной! Реки, земля и вы, что в подземной обители души Оных караете смертных, которые ложно клянутся! Будьте свидетели вы и храните нам клятвы святые: Если Парис Приамид поразит Менелая Атрида, Он и Елену в дому, и сокровища все да удержит; Мы ж от троянской земли отплывем на судах мореходных. Если Париса в бою поразит Менелай светловласый, Граждане Трои должны возвратить и жену и богатства; Пеню должны заплатить аргивянам, какую прилично; Память об ней да прейдет и до поздних племен человеков. Если же мне и Приам, и Приама сыны отрекутся Должную дань заплатить по паденье уже и Париса, Снова я ратовать буду, пока не истребую дани; Здесь я останусь, пока не увижу конца ратоборству.» Рек и гортани овнов пересек он суровою медью И обоих на земле положил их, в трепете смертном Жизнь издыхающих: юную силу их медь сокрушила. После, вино из чаши блистательной черпая кубком, Все возливали и громко молились богам вечносущим; Так не один возглашал меж рядами троян и ахеян: «Зевс многославный, великий, и все вы, бессмертные боги! Первых, которые смеют священную клятву нарушить, Мозг, как из чаши вино, да по черной земле разольется, Их вероломных и чад, — и пришельцы их жен да обымут!» Так возглашали; моления их не исполнил Кронион. Старец Приам между тем обратился к народам, вещая: «Слову, внимайте, трояне и храбрые мужи ахейцы: Я удаляюсь от вас, в Илион возвращаюсь холмистый. Мне недостанет сил, чтобы видеть своими очами Сына любезного бой с Менелаем, питомцем Арея. Ведает Зевс Эгиох и другие бессмертные боги, В битве кому из подвижников смертный конец предназначен.» Рек, — и овнов в колесницу влагает божественный старец; Всходит и сам и бразды к управленью коней напрягает; Подле него Антенор на блистательной стал колеснице. Старцы, назад обратяся, погнали коней к Илиону. Гектор тогда Приамид и с ним Одиссей благородный Прежде измерили место сражения; после, повергнув Жребии в медный шелом, сотрясали, да ими решится, Кто в сопротивника первый копье медяное пустит. Рати же окрест молились и длани к богам воздевали; Так не один восклицал меж рядами троян и ахеян: «Мощный Зевс, обладающий с Иды, преславный, великий! Кто между ими погибельных дел сих и распрей виновник, Дай ты ему, пораженному, в дом погрузиться Аида, Нам же опять утвердить и священные клятвы, и дружбу!» Так возглашают; а Гектор великий два жребия в шлеме, Взор отвратив, сотрясает, и выпрянул жребий Париса. Воины быстро уселись рядами, где каждый оставил Коней своих звуконогих и пестрые ратные сбруи. Тою порой вкруг рамен покрывался оружием пышным Юный герой Александр, супруг лепокудрой Елены. И сперва наложил он на белые ноги поножи Пышные, кои серебряной плотно смыкались наглезной; Перси кругом защищая, надел медяные латы, Брата Ликаона славный доспех, и ему соразмерный; Сверху на рамо набросил ремень и меч среброгвоздный С медяным клинком; и щит захватил, и огромный и крепкий; Шлем на могучую голову ярко блестящий надвинул С гривою конскою; гребень ужасный над ним волновался; Тяжкое поднял копье, но которое было споручно. Так и Атрид Менелай покрывался оружием, храбрый. И едва лишь каждый в дружине своей воружился, Оба они аргивян и троян на средину выходят С грозно блестящими взорами; ужас смотрящих объемлет Конников храбрых троян и красивопоножных данаев. Близко герои сошлись и на месте измеренном стали, Копья в руках потрясая, свирепствуя друг против друга. Первый герой Александр послал длиннотенную пику И ударил жестоко противника в щит круговидный; Но — не проникнуло меди, согнулось копейное жало В твердом щите. И воздвигся второй с занесенною пикой Царь Менелай, умоляющий пламенно Зевса владыку: «Зевс! помоги покарать сотворившего мне оскорбленье! В прах моею рукой низложи Приамида Париса; Пусть ужасается каждый и в поздно рожденных потомках Злом воздавать за приязнь добродушному гостеприимцу.» Рек он — и, мощно сотрясши, поверг длиннотенную пику, И ударил жестоко противника в щит круговидный: Щит светозарный насквозь пробежала могучая пика, Броню насквозь, украшением пышную, быстро пронзила И, на паху подреберном, хитон у Париса рассекла, Бурная; он, лишь отпрянув, погибели черной избегнул. Сын же Атреев, исторгнув стремительно меч среброгвоздньй Грянул с размаху по бляхе шелома; но меч, над шеломом В три и четыре куска раздробившися, пал из десницы. Царь Менелай возопил, на пространное небо взирая: «Зевс, ни один из бессмертных, подобно тебе, не злотворен! Я наконец уповал покарать Александра злодея; И в руках у меня сокрушается меч, и напрасно Вылетел дрот из десницы моей: не могу поразить я!» Рек — и напал на него, за шлем ухватив коневласый, Быстро повлек, обратившися к пышнопоножным ахейцам. Стиснул Парисову нежную выю ремень хитрошвенный — Вплоть у него под брадой проходившая подвязь шелома. Он и довлек бы его, и покрылся бы славой великой; Но любимца увидела Зевсова дочь Афродита; Кожу вола, пораженного силой, она разорвала: Шлем последовал праздный за мощной рукой Менелая. Быстро его Атрейон, закруживши на воздухе, ринул К пышнопоножным данаям, и подняли верные други. Сам же он бросился вновь, поразить Александра пылая Медным копьем; но Киприда его от очей, как богиня, Вдруг похищает и, облаком темным покрывши, любимца В ложницу вводит, в чертог, благовония сладкого полный; Быстро уходит Елену призвать, и на башне высокой Ледину дочь, окруженную сонмом троянок, находит, Тихо рукой потрясает ее благовонную ризу И говорит, уподобяся старице, древле рожденной, Пряхе, что в прежние дни для нее в Лакедемоне граде Волну прекрасно пряла и царевну вседушно любила: Ей уподобяся, так говорит Афродита богиня: «В дом возвратися, Елена; тебя Александр призывает. Он уже дома, сидит в почивальне, на ложе точеном, Светел красой и одеждой; не скажешь, что юный супруг твой С мужем сражался и с боя пришел, но что он к хороводу Хочет идти иль воссел опочить, хоровод лишь оставив.» Так говорила, — и душу Елены в груди взволновала: Но, лишь узрела Елена прекрасную выю Киприды, Прелести полные перси и страстно блестящие очи, В ужас пришла, обратилась к богине и так говорила: «Ах, жестокая! снова меня обольстить ты пылаешь? Или меня еще дальше, в какой-либо град многолюдный, Фригии град иль Меонии радостной хочешь увлечь ты, Если и там обитает любезный тебе земнородный? Ныне, когда Менелай, на бою победив Александра, Снова в семейство меня возвратить, ненавистную, хочет, Что ты являешься мне, с злонамеренным в сердце коварством? Шествуй к любимцу сама, от путей отрекися бессмертных И, стопою твоей никогда не касаясь Олимпа, Вечно при нем изнывай и ласкай властелина, доколе Будешь им названа или супругою, или рабою! Я же к нему не пойду, к беглецу; и позорно бы было Ложе его украшать; надо мною троянские жены Все посмеются; довольно и так мне для сердца страданий!» Ей, раздраженная Зевсова дочь, отвечала Киприда: «Смолкни, несчастная! Или, во гневе тебя я оставив, Так же могу ненавидеть, как прежде безмерно любила. Вместе обоих народов, троян и ахеян, свирепство Я на тебя обращу, и погибнешь ты бедственной смертью!» Так изрекла, — и трепещет Елена, рожденная Зевсом, И, закрывшись покровом сребристоблестящим, безмолвно, Сонму троянок невидимо, шествует вслед за богиней. Скоро достигли они Александрова пышного дома; Обе служебницы бросились быстро к домашним работам. Тихо на терем высокий жена благородная всходит. Там для нее, улыбаясь пленительно, кресло Киприда, Взяв сама, пред лицом Александровым ставит, богиня. Села на оном Елена, рожденная Зевсом Кронидом, Очи назад отвратила и так упрекала супруга: «С битвы пришел ты? о лучше б, несчастный, навеки погибнул Мужем сраженный, могучим, моим преждебывшим супругом! Прежде не сам ли хвалился, что ты Менелая героя Силой своей и рукой и копьем превзойдешь в ратоборстве! Шествуй теперь и Атрида могучего вызови снова; Лично с героем сразися. Но я не советую; лучше Мирно покойся, и впредь с светлокудрым Атреевым сыном Ратовать ратью, ни битвою биться не смей безрассудно; Или, страшись, да его копием укрощен ты не будешь!» Ей отвечая, Парис устремляет крылатые, речи: «Нет, не печаль мне, супруга, упреками горькими сердце; Так, сегодня Атрид победил с ясноокой Афиной; После и я побежду: покровители боги и с нами. Ныне почием с тобой и взаимной любви насладимся. Пламя такое в груди у меня никогда не горело; Даже в тот счастливый день, как с тобою из Спарты веселой Я с похищенной бежал на моих кораблях быстролетных, И на Кранае с тобой сочетался любовью и ложем. Ныне пылаю тобою, желания сладкого полный.» Рек он — и шествует к ложу, за ним и Елена супруга. Вместе они на блистательноубранном ложе почили. Сын же Атреев по воинству рыскал, зверю подобный, Взоры бросая кругом, не увидит ли где Александра. Но ни единый из храбрых троян и союзников славных Мощному сыну Атрея не мог указать Александра. Верно, из дружбы к нему, не сокрыл бы никто его зревший: Всем он и им уже был ненавистен, как черная гибель. Громко тогда возгласил повелитель мужей Агамемнон: «Слух преклоните, трояне, дардане и рати союзных! Видимо всем торжество Менелая, любимца Арея. Вы аргивянку Елену, с богатством ее похищенным, Выдайте нам и немедленно должную дань заплатите, Память об ней да прейдет и до поздних племен человеков.» Так Агамемнон вещал, — и в хвалу восклицали ахейцы.