Ἰλιάς
Ῥαψωδία Η
Ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ, τῷ δ᾽ ἅμ᾽ Ἀλέξανδρος κί᾽ ἀδελφεός· ἐν δ᾽ ἄρα θυμῷ ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι. ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι πόντον ἐλαύνοντες, καμάτῳ δ᾽ ὑπὸ γυῖα λέλυνται, ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην. Ἔνθ᾽ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης γείνατ᾽ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·10 Ἕκτωρ δ᾽ Ἠϊονῆα βάλ᾽ ἔγχεϊ ὀξυόεντι αὐχέν᾽ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα. Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων ὦμον· ὃ δ᾽ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα. Τοὺς δ᾽ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, βῆ ῥα κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα Ἴλιον εἰς ἱερήν· τῇ δ᾽ ἀντίος ὄρνυτ᾽ Ἀπόλλων20 Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην· ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ. τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· τίπτε σὺ δ᾽ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο ἦλθες ἀπ᾽ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις. ἀλλ᾽ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη· νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα σήμερον· ὕστερον αὖτε μαχήσοντ᾽ εἰς ὅ κε τέκμωρ30 Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ. Τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ὧδ᾽ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ ἦλθον ἀπ᾽ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς. ἀλλ᾽ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν; Τὴν δ᾽ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο, ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,40 οἳ δέ κ᾽ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ. Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. τῶν δ᾽ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· στῆ δὲ παρ᾽ Ἕκτορ᾽ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν· Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι· ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος50 ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι· οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν· ὣς γὰρ ἐγὼ ὄπ᾽ ἄκουσα θεῶν αἰειγενετάων. Ὣς ἔφαθ᾽, Ἕκτωρ δ᾽ αὖτε χάρη μέγα μῦθον ἀκούσας, καί ῥ᾽ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας, μέσσου δουρὸς ἑλών· οἳ δ᾽ ἱδρύνθησαν ἅπαντες. κὰδ δ᾽ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς· κὰδ δ᾽ ἄρ᾽ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι φηγῷ ἐφ᾽ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο60 ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ᾽ αὐτῆς, τοῖαι ἄρα στίχες εἵατ᾽ Ἀχαιῶν τε Τρώων τε ἐν πεδίῳ· Ἕκτωρ δὲ μετ᾽ ἀμφοτέροισιν ἔειπε· κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,4000 ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν70 εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν. ὑμῖν δ᾽ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν· τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει δεῦρ᾽ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ. ὧδε δὲ μυθέομαι, Ζεὺς δ᾽ ἄμμ᾽ ἐπιμάρτυρος ἔστω· εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ, τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, σῶμα δὲ οἴκαδ᾽ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.80 εἰ δέ κ᾽ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων, τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν, καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω, ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ. καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον· ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος, ὅν ποτ᾽ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.90 ὥς ποτέ τις ἐρέει· τὸ δ᾽ ἐμὸν κλέος οὔ ποτ᾽ ὀλεῖται. Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ᾽ ὑποδέχθαι· ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ· ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτ᾽ Ἀχαιοί· ἦ μὲν δὴ λώβη τάδε γ᾽ ἔσσεται αἰνόθεν αἰνῶς εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν. ἀλλ᾽ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·100 τῷδε δ᾽ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε νίκης πείρατ᾽ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν. Ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά. ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν, αὐτός τ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων δεξιτερῆς ἕλε χειρὸς ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,110 μηδ᾽ ἔθελ᾽ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι. καὶ δ᾽ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ ἔῤῥιγ᾽ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων. ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων, τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί. εἴ περ ἀδειής τ᾽ ἐστὶ καὶ εἰ μόθου ἔστ᾽ ἀκόρητος, φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. Ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως120 αἴσιμα παρειπών, ὃ δ᾽ ἐπείθετο· τοῦ μὲν ἔπειτα γηθόσυνοι θεράποντες ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο· Νέστωρ δ᾽ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν· ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει. ἦ κε μέγ᾽ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ᾽ ἀγορητής, ὅς ποτέ μ᾽ εἰρόμενος μέγ᾽ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε. τοὺς νῦν εἰ πτώσσοντας ὑφ᾽ Ἕκτορι πάντας ἀκούσαι, πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι130 θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ἡβῷμ᾽ ὡς ὅτ᾽ ἐπ᾽ ὠκυρόῳ Κελάδοντι μάχοντο ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. τοῖσι δ᾽ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς τεύχε᾽ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες οὕνεκ᾽ ἄρ᾽ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,140 ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας. τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, στεινωπῷ ἐν ὁδῷ ὅθ᾽ ἄρ᾽ οὐ κορύνη οἱ ὄλεθρον χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς δουρὶ μέσον περόνησεν, ὃ δ᾽ ὕπτιος οὔδει ἐρείσθη· τεύχεα δ᾽ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης. καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος· αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα, δῶκε δ᾽ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι· τοῦ ὅ γε τεύχε᾽ ἔχων προκαλίζετο πάντας ἀρίστους.150 οἳ δὲ μάλ᾽ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη· ἀλλ᾽ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων· καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη. τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα· πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα. εἴθ᾽ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη· τώ κε τάχ᾽ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ. ὑμέων δ᾽ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν οὐδ᾽ οἳ προφρονέως μέμαθ᾽ Ἕκτορος ἀντίον ἐλθεῖν.160 Ὣς νείκεσσ᾽ ὃ γέρων, οἳ δ᾽ ἐννέα πάντες ἀνέσταν. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, τῷ δ᾽ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, τοῖσι δ᾽ ἐπ᾽ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, τοῖσι δ᾽ ἐπ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, τοῖσι δ᾽ ἐπ᾽ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς· πάντες ἄρ᾽ οἵ γ᾽ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ. τοῖς δ᾽ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·170 κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν· οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς, καὶ δ᾽ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. Ὣς ἔφαθ᾽, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, ἐν δ᾽ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο. λαοὶ δ᾽ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον· ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.180 Ὣς ἄρ᾽ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ, ἐκ δ᾽ ἔθορε κλῆρος κυνέης ὃν ἄρ᾽ ἤθελον αὐτοὶ Αἴαντος· κῆρυξ δὲ φέρων ἀν᾽ ὅμιλον ἁπάντῃ δεῖξ᾽ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν. οἳ δ᾽ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος. ἀλλ᾽ ὅτε δὴ τὸν ἵκανε φέρων ἀν᾽ ὅμιλον ἁπάντῃ ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας, ἤτοι ὑπέσχεθε χεῖρ᾽, ὃ δ᾽ ἄρ᾽ ἔμβαλεν ἄγχι παραστάς, γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ. τὸν μὲν πὰρ πόδ᾽ ἑὸν χαμάδις βάλε φώνησέν τε·190 ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον. ἀλλ᾽ ἄγετ᾽ ὄφρ᾽ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω, τόφρ᾽ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι σιγῇ ἐφ᾽ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται, ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης· οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδ᾽ ἐμὲ νήϊδά γ᾽ οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. Ὣς ἔφαθ᾽, οἳ δ᾽ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·200 ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι· εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον. Ὣς ἄρ᾽ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα, σεύατ᾽ ἔπειθ᾽ οἷός τε πελώριος ἔρχεται Ἄρης, ὅς τ᾽ εἶσιν πόλεμον δὲ μετ᾽ ἀνέρας οὕς τε Κρονίων θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.210 τοῖος ἄρ᾽ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος. τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες, Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, Ἕκτορί τ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν· ἀλλ᾽ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ᾽ ἀναδῦναι ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ. Αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων220 σκυτοτόμων ὄχ᾽ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων, ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον ταύρων ζατρεφέων, ἐπὶ δ᾽ ὄγδοον ἤλασε χαλκόν. τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας στῆ ῥα μάλ᾽ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα· Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι καὶ μετ᾽ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. ἀλλ᾽ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι κεῖτ᾽ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·230 ἡμεῖς δ᾽ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν καὶ πολέες· ἀλλ᾽ ἄρχε μάχης ἠδὲ πτολέμοιο. Τὸν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα. αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ᾽ ἀνδροκτασίας τε· οἶδ᾽ ἐπὶ δεξιά, οἶδ᾽ ἐπ᾽ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν· οἶδα δ᾽ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·240 οἶδα δ᾽ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ. ἀλλ᾽ οὐ γάρ σ᾽ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα λάθρῃ ὀπιπεύσας, ἀλλ᾽ ἀμφαδόν, αἴ κε τύχωμι. Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ᾽ αὐτῷ. ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής, ἐν τῇ δ᾽ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος, καὶ βάλε Πριαμίδαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην.250 διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα ἔγχος· ὃ δ᾽ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. τὼ δ᾽ ἐκσπασσαμένω δολίχ᾽ ἔγχεα χερσὶν ἅμ᾽ ἄμφω σύν ῥ᾽ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν. Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί, οὐδ᾽ ἔῤῥηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή. Αἴας δ᾽ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ260 ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα, τμήδην δ᾽ αὐχέν᾽ ἐπῆλθε, μέλαν δ᾽ ἀνεκήκιεν αἷμα, ἀλλ᾽ οὐδ᾽ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ, ἀλλ᾽ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε· τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον μέσσον ἐπομφάλιον· περιήχησεν δ᾽ ἄρα χαλκός. δεύτερος αὖτ᾽ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας ἧκ᾽ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν᾽ ἀπέλεθρον, εἴσω δ᾽ ἀσπίδ᾽ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,270 βλάψε δέ οἱ φίλα γούναθ᾽· ὃ δ᾽ ὕπτιος ἐξετανύσθη ἀσπίδι ἐγχριμφθείς· τὸν δ᾽ αἶψ᾽ ὤρθωσεν Ἀπόλλων. καί νύ κε δὴ ξιφέεσσ᾽ αὐτοσχεδὸν οὐτάζοντο, εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν ἦλθον, ὃ μὲν Τρώων, ὃ δ᾽ Ἀχαιῶν χαλκοχιτώνων, Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω· μέσσῳ δ᾽ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς· μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον· ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,280 ἄμφω δ᾽ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες. νὺξ δ᾽ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· Ἰδαῖ᾽ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι· αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος. Τὸν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε καὶ πινυτήν, περὶ δ᾽ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος290 σήμερον· ὕστερον αὖτε μαχησόμεθ᾽ εἰς ὅ κε δαίμων ἄμμε διακρίνῃ, δώῃ δ᾽ ἑτέροισί γε νίκην. νὺξ δ᾽ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι, ὡς σύ τ᾽ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς, σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους, αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα. δῶρα δ᾽ ἄγ᾽ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, ὄφρά τις ὧδ᾽ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·300 ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο, ἠδ᾽ αὖτ᾽ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε. Ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι· Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν ἤϊ᾽, ὃ δ᾽ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν, ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα, Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους· καί ῥ᾽ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.310 Αἴαντ᾽ αὖθ᾽ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ. Οἳ δ᾽ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο, τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι. τὸν δέρον ἀμφί θ᾽ ἕπον, καί μιν διέχευαν ἅπαντα, μίστυλλόν τ᾽ ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ ὀβελοῖσιν, ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·320 νώτοισιν δ᾽ Αἴαντα διηνεκέεσσι γέραιρεν ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί, τῶν νῦν αἷμα κελαινὸν ἐΰῤῥοον ἀμφὶ Σκάμανδρον ἐσκέδασ᾽ ὀξὺς Ἄρης, ψυχαὶ δ᾽ Ἄϊδος δὲ κατῆλθον·330 τώ σε χρὴ πόλεμον μὲν ἅμ᾽ ἠοῖ παῦσαι Ἀχαιῶν, αὐτοὶ δ᾽ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κ᾽ ὀστέα παισὶν ἕκαστος οἴκαδ᾽ ἄγῃ ὅτ᾽ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν. τύμβον δ᾽ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου· ποτὶ δ᾽ αὐτὸν δείμομεν ὦκα πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν. ἐν δ᾽ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, ὄφρα δι᾽ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·340 ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, ἥ χ᾽ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, μή ποτ᾽ ἐπιβρίση πόλεμος Τρώων ἀγερώχων. Ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἐπῄνησαν βασιλῆες. Τρώων αὖτ᾽ ἀγορὴ γένετ᾽ Ἰλίου ἐν πόλει ἄκρῃ δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι· τοῖσιν δ᾽ Ἀντήνωρ πεπνυμένος ἦρχ᾽ ἀγορεύειν· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι, ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. δεῦτ᾽ ἄγετ᾽ Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ350 δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δ᾽ ὅρκια πιστὰ ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε. Ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· Ἀντῆνορ σὺ μὲν οὐκέτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις· οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. εἰ δ᾽ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.360 αὐτὰρ ἐγὼ Τρώεσσι μεθ᾽ ἱπποδάμοις ἀγορεύσω· ἀντικρὺ δ᾽ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω· κτήματα δ᾽ ὅσσ᾽ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ πάντ᾽ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ᾽ ἐπιθεῖναι. Ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος, ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι, ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,370 καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος· ἠῶθεν δ᾽ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· καὶ δὲ τόδ᾽ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ᾽ ἐθέλωσι παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς κήομεν· ὕστερον αὖτε μαχησόμεθ᾽ εἰς ὅ κε δαίμων ἄμμε διακρίνῃ, δώῃ δ᾽ ἑτέροισί γε νίκην. Ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο· δόρπον ἔπειθ᾽ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·380 ἠῶθεν δ᾽ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας· τοὺς δ᾽ εὗρ᾽ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ· Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· κτήματα μὲν ὅσ᾽ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδ᾽· ὡς πρὶν ὤφελλ᾽ ἀπολέσθαι·390 πάντ᾽ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ᾽ ἐπιθεῖναι· κουριδίην δ᾽ ἄλοχον Μενελάου κυδαλίμοιο οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται. καὶ δὲ τόδ᾽ ἠνώγεον εἰπεῖν ἔπος αἴ κ᾽ ἐθέλητε παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς κήομεν· ὕστερον αὖτε μαχησόμεθ᾽ εἰς ὅ κε δαίμων ἄμμε διακρίνῃ, δώῃ δ᾽ ἑτέροισί γε νίκην. Ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· μήτ᾽ ἄρ τις νῦν κτήματ᾽ Ἀλεξάνδροιο δεχέσθω400 μήθ᾽ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ᾽ ἐφῆπται. Ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο· καὶ τότ᾽ ἄρ᾽ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων· Ἰδαῖ᾽ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις ὥς τοι ὑποκρίνονται· ἐμοὶ δ᾽ ἐπιανδάνει οὕτως ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω· οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων γίγνετ᾽ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.410 ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης. Ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν, ἄψοῤῥον δ᾽ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν. οἳ δ᾽ ἕατ᾽ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ᾽ ἄρ᾽ ἔλθοι Ἰδαῖος· ὃ δ᾽ ἄρ᾽ ἦλθε καὶ ἀγγελίην ἀπέειπε στὰς ἐν μέσσοισιν· τοὶ δ᾽ ὁπλίζοντο μάλ᾽ ὦκα, ἀμφότερον νέκυάς τ᾽ ἀγέμεν ἕτεροι δὲ μεθ᾽ ὕλην· Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν ὀτρύνοντο νέκυς τ᾽ ἀγέμεν, ἕτεροι δὲ μεθ᾽ ὕλην.420 Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο οὐρανὸν εἰσανιών· οἳ δ᾽ ἤντεον ἀλλήλοισιν. ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον· ἀλλ᾽ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν. οὐδ᾽ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν. ὣς δ᾽ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ430 νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας. Ἦμος δ᾽ οὔτ᾽ ἄρ πω ἠώς, ἔτι δ᾽ ἀμφιλύκη νύξ, τῆμος ἄρ᾽ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν, τύμβον δ᾽ ἀμφ᾽ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου, ποτὶ δ᾽ αὐτὸν τεῖχος ἔδειμαν πύργους θ᾽ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν. ἐν δ᾽ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, ὄφρα δι᾽ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· ἔκτοσθεν δὲ βαθεῖαν ἐπ᾽ αὐτῷ τάφρον ὄρυξαν440 εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν. Ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί· οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ᾽ ἀπείρονα γαῖαν ὅς τις ἔτ᾽ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει; οὐχ ὁράᾳς ὅτι δ᾽ αὖτε κάρη κομόωντες Ἀχαιοὶ τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;450 τοῦ δ᾽ ἤτοι κλέος ἔσται ὅσον τ᾽ ἐπικίδναται ἠώς· τοῦ δ᾽ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε. Τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· ὢ πόποι ἐννοσίγαι᾽ εὐρυσθενές, οἷον ἔειπες. ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα, ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε· σὸν δ᾽ ἤτοι κλέος ἔσται ὅσον τ᾽ ἐπικίδναται ἠώς. ἄγρει μὰν ὅτ᾽ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν460 τεῖχος ἀναῤῥήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι, αὖτις δ᾽ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι, ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν. Ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, δύσετο δ᾽ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν, βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο. νῆες δ᾽ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος, τόν ῥ᾽ ἔτεχ᾽ Ὑψιπύλη ὑπ᾽ Ἰήσονι ποιμένι λαῶν. χωρὶς δ᾽ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ470 δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα. ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί, ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ᾽ αἴθωνι σιδήρῳ, ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ᾽ αὐτῇσι βόεσσιν, ἄλλοι δ᾽ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν. παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδ᾽ ἐπίκουροι· παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει· οἶνον δ᾽ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη480 πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι. κοιμήσαντ᾽ ἄρ᾽ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.
Так говорящий, пронесся вратами блистательный Гектор; С ним устремился и брат Александр: и душой Приамиды Оба пылали воинствовать снова и храбро сражаться. Словно пловцам, долговременно жаждущим, бог посылает Ветер попутный, когда уже, множеством весел блестящих Поит рассекая, устали, все члены трудом изнуривши,  — Так предводители их ожидавшим троянам явились. Начали битву: Парис поразил Арейфоева сына, Жителя Арны Менесфия, коего палиценосный Царь породил Арейфой с черноокою Филомедузой. Гектор вождя Эионея острою пикой ударил В выю, под круг крепкомедного шлема, и крепость разрушил. Главк, Гипполохова отрасль, ликийских мужей воевода, Дексия, сына Ифиноя, в бурном сражении пикой В рамо пронзил, кобылиц на него напускавшего быстрых; В прах с колесницы он пал, и его сокрушилися члены. Их лишь увидела светлая взором Афина богиня, Так истребляющих воинов Аргоса в битве жестокой, Вдруг от Олимпа высокого, бросившись, бурно помчалась К Трое священной; навстречу богине, узрев от Пергама, Феб Аполлон устремился: троянам желал он победы. В встречу спешащие боги сошлися у древнего дуба; Первый к богине воззвал дальномечущий Феб сребролукий: «Что ты, волнения полная, дочь всемогущего Зевса, Сходишь с Олимпа? К чему ты стремима сим пламенным духом? Или склонить аргивянам неверную брани победу Хочешь? Троян погибающих ты никогда не жалеешь? Но прийми ты совет мой, и то благотворнее будет: Нынешний день прекратим мы войну и убийство народов; После да ратуют снова, доколе священного града, Трои, конца не увидят, когда уже столько приятно Вашему сердцу, богини великие, град сей разрушить.» Быстро воззвала к нему светлоокая дочь Эгиоха: «Так, дальновержец, да будет с подобною думою в сердце Я низошла от Олимпа, к сраженью троян и ахеян. Но возвести, прекратить ратоборство их как ты намерен?» Снова богине ответствовал царь Аполлон сребролукий: «Гектора мы, укротителя коней, отважность возвысим. Пусть Приамид вызывает храбрейших героев данайских Выйти один на один и сразиться решительной битвой; Сим оскорбленные меднопоножные мужи данаи Сами возбудят бойца одноборствовать с Гектором славным.» Так говорил, — и склонилася дочь светлоокая Зевса. Сын Приамов, Гелен прорицатель, почувствовал духом Оный совет, обоим божествам совещавшим приятный, К Гектору брату предстал и так говорил воеводе: «Гектор, пастырь народа, советами равный Крониду! Будешь ли мне ты послушен, усердносоветному брату? Дай повеление сесть и троянам, и всем аргивянам; Сам же меж воинств на бой вызывай, да храбрейший данаец Выйдет один на тебя и сразится решительным боем. Ныне тебе не судьба умереть и предела достигнуть; Слышал я голос такой небожителей вечно живущих.» Так произнес, — и восхитился Гектор услышанной речью, Вышел один на средину и, взявши копье посредине, Спнул фаланги троянские; все, успокоясь, воссели. Царь Агамемнон равно удержал меднобронных данаев. Тою порой Афина Паллада и Феб сребролукий, Оба возиесшися, словно как ястребы, хищные птицы, Сели на дубе высоком отца молненосного Зевса, Ратями вместе любуясь: ряды их сидели густые, Грозно щиты, и шеломы, и острые копья вздымая, Словно как Зефир порывистый по морю зыбь разливает, Если он вдруг подымается: море чернеет под нею,  — Ратей ряды таковы и троян, и бесстрашных данаев В поле сидели, и Гектор вещал, между ратями стоя: «Трои сыны и ахеяне храбрые, слух преклоните; Я вам поведаю, что мне велит благородное сердце: Наших условий высокоцарящий Кронид не исполнил, Но, беды совещающий, нам обоюдно готовит Битвы, покуда иль вы кренкобашенный град наш возьмете Или падете от нас при своих кораблях мореходных. Здесь, о ахеяне, с вами храбрейшие ваши герои; Тот, у которого сердце со мною сразиться пылает, Пусть изойдет и с божественным Гекторем станет на битву. Так говорю я, и Зевс уговора свидетель нам будет. Если противник меня поразит сокрушительной медью, Сняв он оружия, пусть отнесет к кораблям мореходным; Тело же пусть возвратит, чтоб трояне меня и троянки, Честь воздавая последнюю, в доме огню приобщили. Если же я поражу и меня луконоеец прославит,  — Взявши доспехи его, внесу в Илион их священный И повешу во храме метателя стрел Аполлона; Тело ж назад возвращу к кораблям обоюдувесельным. Пусть похоронят его кудреглавые мужи ахейцы И на брегу Геллеспонта широкого холм да насыплют. Некогда, видя его, кто-нибудь и от поздних потомков Скажет, плывя в корабле многовеслом по черному понту: - Вот ратоборца могила, умершего в древние веки: В бранях его знаменитого свергнул божественный Гектор! — Так нерожденные скажут, и слава моя не погибнет.» Рек, — и молчанье глубокое все аргивяне хранили: Вызов стыдились отвергнуть, равно и принять ужасались. Вдруг восстал Менелай и вещал между сонма ахеян, Всех упрекая жестоко и горестно сердцем стеная: «Горе мне! о самохвалы! ахеянки вы-не ахейцы! Срам для ахейских мужей из ужасных ужаснейший будет, Если от них ни один не посмеет на Гектора выйти: Но погибните все вы, рассыпьтесь водою и прахом, Вы, сидящие здесь, как народ без души и без чести! Я ополчуся и выйду на Гектора! знаю, что свыше Жребий победы находится, в воле богов всемогущих.» Так говоря, покрывался поспешно оружием пышным; И тогда, Менелай, ты расстался бы с сладкою жизнью В мощных руках Приамида, далеко сильнейшего мужа, Если б тебя удержать не воздвиглись цари и герои: Сам повелитель мужей, Агамемнон пространнодержавный, За руку брата схватил, называл и вещал, убеждая: «Ты исступлен, Менелай благородный! такое безумство Вовсе тебя не достойно: смири огорченное сердце; В ревности гордой с сильнейшим тебя не дерзай состязаться, С Гектором, сына Приама: его и другие трепещут! С ним и Пелид быстроногий на славных мужам ратоборствах С страхом встречается, — воин, тебя несравненно храбрейший! Сядь при дружине своей, успокойся, питомец Зевеса; Мы от ахеян ему одноборца другого возбудим; Сколь он ни будет бесстрашен и боя кровавого жаден, С радостью, верно, колена преклонит, когда лишь безвреден Выйдет из пламенной битвы и страшного единоборства!» Так говорящий герой отвратил помышление брата, Правду ему говоря: покорился Атрид, и клевреты Весело с плеч Менелая оружия светлые сняли. Нестор от сонма ахеян восстал и вещал им печальный! «Боги! великая скорбь на ахейскую землю приходит! Истинно горько восплачет Пелей, седой конеборец, Славный мужей мирмидонских вития и мудрый советник. Он восхищался, когда, вопрошая меня в своем доме, Каждого порознь ахейца разведывал род и потомство; Ныне ж, когда он услышит, что всех ужасает их Гектор, Верно, не раз к небожителям руки прострет, да скорее Дух сокрушенный его погрузится в обитель Аида! Если бы ныне, о Зевс, Аполлон и Паллада Афина! Молод я был, как в те годы, когда у гремучего брега Билася рать пилиян и аркадян, копейщиков славных, Около фейских твердынь, недалеко от струй Иардана. В воинстве их впереди Эревфалион, богу подобный, Первый стоял, ополченный оружием Арейфооя, Славного Арейфооя, прозванием палицеиосца, Данным ему от мужей и от жен, опоясаньем красных: Мощный, не луком тугим, не копьем длиннотенным сражался, Он булавою железной ряды разрывал сопротивиых. Оного храбрый Ликург одолел, но не силой — коварством, В тесном проходе; не мог он себя булавой и железной Спасть от смерти: Ликург, на дороге его упредивши, В чрево копьем поразил, и об дол он ударился тылом. Снял победитель оружия, дар душегубца Арея; После и сам их носил, выходя на Ареевы споры. Но когда обессилел герой, состаревшийся в доме, Отдал тяжелый доспех Эревфальону, ратному другу: Сими доспехами гордый, выкрикивал всех он храбрейших;! Все трепетали, страшились, никто не отважился выйти. Вспыхнуло сердце во мне, на свою уповая отвагу, С гордым сразиться, хотя между сверстников был я и младший. Я с ним сразился, — и мне торжество даровала Афина! Большего всех и сильнейшего всех я убил человека! В прахе лежал он, огромный, сюда и туда распростертый, Если бы так я был млад и не чувствовал немощи в силах, Скоро противника встретил бы шлемом сверкающий Гектор! В вашем же воинстве сколько ни есть храбрейших данаев, Сердцем никто не пылает противником Гектору выйти!» Так их старец стыдил, — и мгновенно воспрянули девять Первый воздвигся Атрид, повелитель мужей Агамемнон; После воспрянул Тидид Диомед, воеватель могучий; Оба Аякса вожди, облеченные бурною силой; Дерзостный Идоменей и его совоинственник грозный, Вождь Мерион, чoловеков губителю равный, Арею; После герой Эврипил, блистательный сын Эвемона; Вслед Андремонид Фоас и за ним Одиссей знаменитый. Столько восстало их, жаждущих с Гектором славным сразиться. Слово опять обратил к ним Нестор, конник геренский: «Жребии бросим, друзья, и которого жребий назначит, Тот несомненно, я верю, возрадует души ахеян И не менее радостен будет и сам, коль спасенный Выйдет из пламенной битвы и страшного единоборства.» Так произнес он, — и каждый, наметивши собственный жребий. Бросил в медный шелом Агамемнона, сына Атрея. Рати молились и длани к бессмертным горе воздевали; Так не один говорил, на пространное небо взирая: «Даруй, о Зевс! да падет на Аякса, или Диомеда, Иль на царя самого многозлатой Микены, Атрида.» Так говорили, — а Нестор шелом сотрясал пред собраньем; Вылетел жребий из шлема, данаями всеми желанный, Жребий Аякса; и вестник, понесши кругом по собранью, Всем, от десной стороны, показал воеводам ахейским. Знака никто не признал, отрекался от жребия каждый. Вестник предстал и к тому, по собранию окрест носящий, Кто и означил, и в шлем положил; Теламонид великий К вестнику руку простер, и вестник, приближася, подал; Жребий увидевши, знак свой узнал и в восторге сердечном На землю бросил его и к ахеям вскричал Теламонид: «Жребий, ахеяне, мой! веселюся и сам я сердечно! Так над божественным Гектором льщусь одержать я победу. Друга, пока я в рядах боевые доспехи надену, Вы молитеся Зевсу, могущему Кронову сыну, Между собою, безмолвно, да вас не услышат трояне. Или молитеся громко: мы никого не страшимся! Кто б ни желал, против воли меня не подвигнет он с поля Силой, ни ратным искусством; и я не невеждой, надеюсь, Сам у отца моего в Саламине рожден и воспитан!» Так говорил; а данаи молили могущего Зевса. Так не один возглашал, на пространное небо взирая: «Зевс отец, обладающий с Иды, преславныи, великий, Дай ты Аяксу обресть и победу, и светлую славу! Если ж и Гектора любишь, когда и об нем промышляешь,  — Равные им обоим и могущество даруй, и славу!» Так говорили. Аякс покрывался блистательной медью И, как скоро одеялся весь в боевые доспехи, Начал вперед выступать, как Арей выступает огромный, Если он шествует к брани народов, которых Кронион Духом вражды сердцегложущей свел на кровавую битву: Вышел таков Теламонид огромный, твердыня данаев, Грозным лицом осклабляясь; и звучными сильный стопами Шел, широко выступая, копьем длиннотенным колебля. Все аргивяне, смотря на него, восхищалися духом; Но троянину каждому трепет вступил во все члены; Даже у Гектора сердце в могучей груди содрогалось; Но ни врага избежать, ни в толпы ополчений укрыться Не было боле возможности: сам на сражение вызвал. Быстро Аякс подходил, пред собою несущий, как башню, Медный щит семикожный, который художник составил Тихий, усмарь знаменитейший, в Гиле обителью живший; Он сей щит сотворил легкодвижимый, семь сочетавши Кож из тучнейших волов и восьмую из меди поверхность. Щит сей неся перед грудью, Аякс Теламонид могучий Стал против Гектора близко и голосом грозным воскликнул: «Гектор, теперь ты узнаешь, один на один подвизаясь, В рати ахейской земли каковы и другие герои Есть, без Пелида, фаланг разрывателя, с львиной душою! Он у своих кораблей, при дружинах своих мирмидонских, Празден лежит, на царя Агамемнона злобу питая. Нас же, ахеян, которые выйти с тобою готовы, Много таких! Начинай, Приамид, поединок и битву!» Но ему отвечал шлемоблещущий Гектор великий: «Сын Теламонов, Аякс благородный, властитель народа, Тщетно меня ты, как будто ребенка, испытывать хочешь Или как деву, которая дел ратоборных не знает. Знаю довольно я брань и кровавое мужеубийство! Щит мой умею направо, умею налево метать я,  — Жесткую тяжесть, — и с нею могу неусталый сражаться; Пеший, умею ходить я под грозные звуки Арея; Конный, умею, скача, с кобылиц быстроногих сражаться. Но не хочу нападать на такого, как ты, ратоборца, Скрытно высматривая, но открыто, когда лишь умечу.» Рек он — и, мощно сотрясши, поверг длиннотенную пику И поразил Теламонида в выпуклый щит семикожный, В яркую полосу меди, что сверху восьмая лежала: Шесть в нем полос пробежала, рассекши, бурная пика, В коже седьмой увязла. Тогда Теламонид великий, Мощный Аякс, размахнувши, послал длиинотенную пику И вогнал Приамиду оружие в щит круговидный: Щит светозарный насквозь пролетела могучая пика. Броню насквозь, украшеньем изящную, быстро пронзила И на чреве, под ребрами, самый хитон растерзала, Бурная: Гектор отпрянул и гибели черной избегнул. Оба исторгнули вновь длиннотенные копья и разом Сшиблися вновь, как свирепые львы, пожиратели крови, Или как звери лесов, нелегко одолимые вепри. Гектор копьем в середину щита Теламонида грянул, Но щита не прорвал: на меди изогнулося жало. В щит, налетевши, ударил Аякс, и насквозь совершенно Вышло копье, напиравшего Гектора вспять отразило, Вскользь пробежало по вые, — и черная кровь заструилась. Боя герой не прервал, шлемоблещущий пламенный Гектор: Но, назад он подавшися, камень рукою могучей Сорвал, средь поля лежавший, — черный, жестокий, огромный; Махом поверг, и Аяксов блистательный щит семикожный Глыбой в средину ударил; взревела вся медь щитовая. Быстро Аякс подхватил несравненно огромнейший камень; Ринул его, размахав, и, напрягши безмерную силу, В щит угодил и насквозь проломил его камнем жерновным, Ранил колена врагу: на хребет опрокинулся Гектор, Сверху натиснут щитом; но незапно воздвиг Приамида Феб; и тогда рукопашно мечами б они изрубились, Если б к героям глашатаи, вестники бога и смертных, Вдруг не предстали — один от троян, а другой от ахеян, Вестник Идей и Талфибий, мужи разумные оба. Между героями скиптры они протянули, и рек им Вестник троянский. Идей, исполненный мудрых советов: «Кончите, дети любезные, кончите брань и сраженье: Оба равно вы любезны гонителю облаков Зевсу; Оба храбрейшие воины: в том убедилися все мы. Но приближается дочь; покориться и ночи приятно.» Быстро к нему обратясь, отвечал Теламоиид великий: «Вестник, что ты произнес, повели произнесть Приамиду; Он вызывал на сражение наших храбрейших героев; Он и начни: покориться готов я, коль он пожелает.» И ему отвечал шлемоблещущий Гектор великий: «Так, Теламонид, тебе и великость, и силу, и разум Бог даровал; меж ахеями ты копьеборец славнейший. Кончим на нынешний день и борьбу и сражение наше! После сойдемся и будем сражаться, пока уже демон Нас не разлучит, из двух одному даровавши победу. Ныне приближилась ночь; покориться и ночи приятно. Шествуй — и пред кораблями всех аргивян ты обрадуй, Более ж другов любезных и ближиих, каких ты имеешь; Я же в Приамовом граде великом обрадую, в Трое, Сердце троян и длинные ризы влачащих троянок, Кои молиться о мне соберутся в божественном храме. Сын Теламонов! почтим мы друг друга дарами на память. Некогда пусть говорят и Троады сыны и Эллады: Бились герои, пылая враждой, пожирающей сердце; Но разлучились они, примиренные дружбой взаимной.» Гектор, слово окончивши, меч подает среброгвоздный Вместе с ножнами его и красивым ремнем перевесным; Сын Теламона вручает блистающий пурпуром пояс. Так разлучася, герои — один к ополченьям ахейским Шествовал, к сонмам троянским другой поспешал; и трояне Радуясь сердцем, смотрели, что шествует здрав и безвреден Гектор, Аяксовой силы и рук необорных избегший; В град повели Приамида не ждавшие видеть живого. Так и Аякса красивопоножные мужи данаи К сыну Атрея вели, восхищенного славой победы. Им собравшимся в кущах владыки народов Атрида, Ради пришедших, тельца пятилетнего царь Агамемнон Тучного жертвой заклал всемогущему Зевсу Крониду. Быстро его одирают, трудятся, всего рассекают, Рубят искусно на мелкие части, пронзают рожнами, Жарят на них осторожно и, всo уготовив, снимают. Скоро окончился труд, и немедленно пир уготован: Все пировали, никто не нуждался на пиршестве общем; Но Аякса героя особо хребтом бесконечным Сам Агамемнон почтил, повелитель ахеян державный. И когда питием и пищею глад утолили, Старец в собрании первый слагать размышления начал, Нестор, который и прежде блистал превосходством советов; Он, благомысленный, так говорил и советовал в сонме: «Царь Агамемнон и вы, воеводы народов данайских! Много уже на боях полегло кудреглавых данаев, Коих черную кровь по брегам пышноструйного Ксанфа Бурный Арей разлиял, и в Аид погрузились их души. Должно с зарею, Атрид, прекратить ратоборство данаев. Мы же, поднявшися дружно, свезем с побоища трупы В стан на волах и на месках и все совокупно сожжем их, Одаль судов мореходных: да кости отцовские детям Каждый в дом понесет, возвращайся в землю родную. После, на месте сожженья, собравшись, насыплем могилу, Общую всем на долине, а подле построим немедля Стену и башни высокие, нам и судам оборону. В опых устроим ворота и крепко сплоченные створы, Путь бы чрез оные был колесницам и коням просторный. Подле стены той, снаружи, ров вскопаем глубокий; Пусть он, идущий кругом, воспящает и конных и пеших, Чтоб когда-либо рать не нагрянула гордых пергамлян.» Так говорил он; совет одобряя, цари восклицали. Мужи троянские также совет, па вершине Пергама, Смутный и шумный держали, пред домом Приама владыки. Первый на нем Антенор совещать благомысленный начал: «Трои сыны, и дарданцы, и вы, о союзники наши! Слух преклоните, скажу я, что в персях мне сердце внушает: Ныне решимся: Елену Аргивскую вместе с богатством Выдадим сильным Атридам; нарушивши клятвы святые, Мы вероломно воюем; за то и добра никакого Нам, я уверен, не выйдет, пока не исполним, как рек я.» Так произнесши, воссел Антенор; и восстал между ними Богу подобный Парис, супруг лепокудрой Елены; Он Антенору в ответ устремляет крылатые речи: «Ты, Антенор, говоришь неугодное мне совершенно! Мог ты совет и другой, благотворнейший всем нам, примыслить! Если же то, что сказал, произнес ты от чистого сердца, Разум твой, без сомнения, боги похитили сами! Я меж троян, укротителей коней, поведаю мысли И скажу я им прямо: Елены не выдам, супруги! Что до сокровищ, которые в дом я из Аргоса вывез, Все соглашаюся выдать и собственных к оным прибавить.» Так произнес и воссел Приамид; и восстал между ними Древний Приам Дарданид, советник, равный бессмертным. Он, благомыслия полный, советовал так на соборе: «Трои сыны, и дарданцы, и вы, о союзники наши! Слух преклоните, скажу я, что в персях мне сердце внушает: Ныне вы, дети мои, вечеряйте во граде, как прежде; Помните стражу ночную и бодрствуйте каждый на страже. Завтра же вестник Идей да пойдет к кораблям мореходным, Мощным Атрея сынам, Агамемнону и Менелаю, Думу поведать Париса, от коего распря восстала. Он и сию им измолвит разумную речь: не хотят ли Мало почить от погибельной брани, доколе убитых Трупы сожжем; и заратуем снова, пока уже демон Нас не разлучит, одним иль другим даровавши победу.» Так говорил, — и, внимательно слушая, все покорились. Рати троянские вместе, толпа близ толпы, вечеряли. Рано утром Идей отошел к кораблям мореходным И обрел уж на сонме данаев, клевретов Арея, Подле кормы корабельной царя Агамемнона. Вестник Стал посреди воевод и вещал им голосом звучным: «Царь Агамемнон и вы, предводители ратей ахейских! Царь мне Приам повелел и другие сановники Трои Думу поведать, когда то желательно вам и приятно, Сына его Александра, от коего распря восстала: Те из сокровищ, которые он в кораблях многоместных В Трою из Аргоса вывез (о, лучше б он прежде погибнул!), Хочет все возвратить и собственных к оным прибавить; Но супругу младую Атрида царя, Менелая, Выдать Парис отрекается, как ни склоняли трояне. Слово еще и сие повелели сказать: не хотите ль Вы опочить от погибельной брани, доколе убитых Трупы сожжем; и заратуем снова, пока уже демон Нас не разлучит, одним иль другим даровавши победу.» Рек, — и молчанье глубокое все аргивяне хранили. Но меж них взговорил Диомед, воевателъ могучий: «Нет, да никто между нас не приемлет сокровищ Париса, Даже Елены! Понятно уже и тому, кто бессмыслен, Что над градом троянским грянуть готова погибель!» Так произнес, — и воскликнули окрест ахейские мужи, Все удивляясь речам Диомеда, смирителя коней. И тогда ко Идею вещал Агамемнон державный: «Слышишь ты сам, провозвестник троянский, речи ахеян: Так отвечают ахеян, так я и сам помышляю. Что до сожжения мертвых, нисколько тому не противлюсь. Долг — ничего не щадить для окончивших дни человеков, И умерших немедленно должно огнем успокоить. Зевс да услышит обет мой, Геры супруг громоносный!» Так проязнес — и горе небожителям поднял он скипетр; И, обратно Идей отошел к Илиону святому. Тою порою сидели на сонме трояне, дардане, Все совокупно: они ожидали, когда возвратится Вестник почтенный. Идей возвратился и, став посреди их, Весть произнес; и, поднявшись, трояне готовились быстро, Те привозить мертвецов, а другие — древа из дубравы. Сонмы ахеян равно от судов многовеслых спешили,  — Те привозить мертвецов, а другие — древа из дубравы. Солнце лучами новыми чуть поразило долины, Вышед из тихокатящихся волн Океана глубоких В путь свой небесный, как оба народа встретились в поле. Трудно им было узнать на побоище каждого мужа: Только водой омывая покрытых и кровью и прахом, Клали тела на возы, проливая горючие слезы; Громко рыдать Приам запрещал им: трояне безмолвно Мертвых своих на костер полагали, печальные сердцем, И, предав их огню, возвратилися к Трое священной. Так и с другой стороны меднолатные мужи ахейцы Мертвых своих на костер полагали, печальные сердцем, И, предав их огню, возвращались к судам мореходным. Не было утро еще, но седели уж сумраки ночи, И на труд поднялися ахеян отборные мужи. Там, где тела сожигали, насыпали дружно могилу, Общую всем на долине; близ оной воздвигнулк стену, Башни высокие, воинству их и судам оборону; В них сотворили ворота и крепко сплоченные створы, Путь бы чрез оные был колесницам и коням просторный. Подле стены той, снаружи, ров ископали великий, Всюду широкие, глубокий, в колья по нем водрузили. Так подвизалися там кудреглавые мужи ахейцы. Боги меж тем, восседя у Кронида, метателя молний, Все изумлялися, видя великое дело ахеян. В сонме их начал вещать Посейдаон, земли колебатель: «Зевс громовержец, какой человек на земле беспредельной Ныне богам исповедает волю свою или помысл? Или не видишь ты, в ночь кудреглавые мужи ахейцы Создали стену своим кораблям и пред нею глубокий Вывели ров, а бессмертным от них возданы ль гекатомбы Слава о ней распрострется, где только Денница сияет; Но забудут об оной, которую я с Аполлоном Около града царю Лаомедону создал, томяся!» Гневно вздохнув, отвечал Посейдаону Зевс тучеводец: «Бог много мощный, землею колеблющий, что ты вещаешь! Пусть от бессмертных другой устрашается замыслов равных, Кто пред тобою далoко слабее и силой и духом! Слава твоя распрострется, где только Денница сияет. Верь и дерзай: и когда кудреглавые мужи ахейцы В быстрых судах понесутся к любезным отечества землям, Стену сломи их и, всю с основания в море обрушив, Изнова берег великий покрой ты песками морскими, Да и след потребится огромной стены сей ахейской.» Так взаимно бессмертные между собою вещали. Солнце зашло, и свершилось великое дело ахеян. В кущах они закапали тельцов, вечерять собирались. Тою порой корабли, нагружoнные винами Лемна, Многие к брегу пристали: Эвней Язонид послал их, Сын Ипсипилы, рожденный с Язоном, владыкой народа. Двум Атрейонам, царю Агамемнону и Менелаю, Тысячу мер, как подарок, напитка прислал Язонион. Прочие мужи ахейские меной вино покупали: Те за звенящую медь, за седое железо меняли, Те за воловые кожи или за волов круторогих, Те за своих полоненных. И пир уготовлен веселый. Целую ночь кудреглавые мужи ахейцы по стану Вкруг пировали, а Трои сыны и союзники — в граде. Целую ночь им беды совещал олимпийский провидец, Грозно гремящий, — и страх находил на пирующих бледный: Мужи вино проливали из кубков; не смел ни единый Пить, не возлив наперед всемогущему Кронову сыну. Все наконец возлегли и дарами сна насладились.