Ἰλιάς
Ῥαψωδία Ξ
Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης, ἀλλ᾽ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα· φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα· μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν. ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα· αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν. Ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο10 χαλκῷ παμφαῖνον· ὃ δ᾽ ἔχ᾽ ἀσπίδα πατρὸς ἑοῖο. εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, στῆ δ᾽ ἐκτὸς κλισίης, τάχα δ᾽ εἴσιδεν ἔργον ἀεικὲς τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. ὡς δ᾽ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα αὔτως, οὐδ᾽ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν20 διχθάδι᾽, ἢ μεθ᾽ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων, ἦε μετ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι βῆναι ἐπ᾽ Ἀτρεΐδην. οἳ δ᾽ ἀλλήλους ἐνάριζον μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων. πολλὸν γάρ ῥ᾽ ἀπάνευθε μάχης εἰρύατο νῆες30 θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. οὐδὲ γὰρ οὐδ᾽ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί· τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι. τώ ῥ᾽ οἵ γ᾽ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.40 τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων· ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ᾽ ἀφικάνεις; δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, ὥς ποτ᾽ ἐπηπείλησεν ἐνὶ Τρώεσσ᾽ ἀγορεύων μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς. κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς50 οὐδ᾽ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι. Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ἦ δὴ ταῦτά γ᾽ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο. τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν ἄῤῥηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· οἳ δ᾽ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι νωλεμές· οὐδ᾽ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ᾽ οὐρανὸν ἵκει.60 ἡμεῖς δὲ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα εἴ τι νόος ῥέξει· πόλεμον δ᾽ οὐκ ἄμμε κελεύω δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι. Τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, τεῖχος δ᾽ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος, ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ ἄῤῥηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι νωνύμνους ἀπολέσθαι ἀπ᾽ Ἄργεος ἐνθάδ᾽ Ἀχαιούς.70 ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν, οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν. ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν, ὕψι δ᾽ ἐπ᾽ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας. οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ᾽ ἀνὰ νύκτα.80 βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ. Τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων· οὐλόμεν᾽ αἴθ᾽ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου σημαίνειν, μὴ δ᾽ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος. οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν καλλείψειν, ἧς εἵνεκ᾽ ὀϊζύομεν κακὰ πολλά; σίγα, μή τίς τ᾽ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ90 μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν σκηπτοῦχός τ᾽ εἴη, καί οἱ πειθοίατο λαοὶ τοσσοῖδ᾽ ὅσσοισιν σὺ μετ᾽ Ἀργείοισιν ἀνάσσεις· νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες· ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς νῆας ἐϋσσέλμους ἅλαδ᾽ ἑλκέμεν, ὄφρ᾽ ἔτι μᾶλλον Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, ἡμῖν δ᾽ αἰπὺς ὄλεθρος ἐπιῤῥέπῃ. οὐ γὰρ Ἀχαιοὶ σχήσουσιν πόλεμον νηῶν ἅλα δ᾽ ἑλκομενάων,100 ἀλλ᾽ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης. ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν. Τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα νῆας ἐϋσσέλμους ἅλα δ᾽ ἑλκέμεν υἷας Ἀχαιῶν. νῦν δ᾽ εἴη ὃς τῆσδέ γ᾽ ἀμείνονα μῆτιν ἐνίσποι ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη. Τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κ᾽ ἐθέλητε110 πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ᾽ ὑμῖν· πατρὸς δ᾽ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, οἴκεον δ᾽ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ᾽ ἦν ἱππότα Οἰνεὺς πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δ᾽ ἦν ἔξοχος αὐτῶν. ἀλλ᾽ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δ᾽ ἐμὸς Ἄργεϊ νάσθη πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.120 Ἀδρήστοιο δ᾽ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, πολλὰ δέ οἱ πρόβατ᾽ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς ἐγχείῃ· τὰ δὲ μέλλετ᾽ ἀκουέμεν, εἰ ἐτεόν περ. τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ᾽ ἐῢ εἴπω. δεῦτ᾽ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ. ἔνθα δ᾽ ἔπειτ᾽ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος ἐκ βελέων, μή πού τις ἐφ᾽ ἕλκεϊ ἕλκος ἄρηται·130 ἄλλους δ᾽ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ θυμῷ ἦρα φέροντες ἀφεστᾶσ᾽ οὐδὲ μάχονται. Ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· βὰν δ᾽ ἴμεν, ἦρχε δ᾽ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. Οὐδ᾽ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, ἀλλὰ μετ᾽ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς, δεξιτερὴν δ᾽ ἕλε χεῖρ᾽ Ἀγαμέμνονος Ἀτρεΐδαο, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν140 δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ᾽ ἠβαιαί. ἀλλ᾽ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε· σοὶ δ᾽ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν, ἀλλ᾽ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες εὐρὺ κονίσουσιν πεδίον, σὺ δ᾽ ἐπόψεαι αὐτὸς φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. Ὣς εἰπὼν μέγ᾽ ἄϋσεν ἐπεσσύμενος πεδίοιο. ὅσσόν τ᾽ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος, τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων150 ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ᾽ ἑκάστῳ καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. Ἥρη δ᾽ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι στᾶσ᾽ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δ᾽ ἔγνω τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ· Ζῆνα δ᾽ ἐπ᾽ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ. μερμήριξε δ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·160 ἧδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν, εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι ᾗ χροιῇ, τῷ δ᾽ ὕπνον ἀπήμονά τε λιαρόν τε χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. βῆ δ᾽ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε κληῗδι κρυπτῇ, τὴν δ᾽ οὐ θεὸς ἄλλος ἀνῷγεν· ἔνθ᾽ ἥ γ᾽ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς. ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος170 λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ᾽ ἐλαίῳ ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν· τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ᾽ ἀϋτμή. τῷ ῥ᾽ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο. ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιον ἑανὸν ἕσαθ᾽, ὅν οἱ Ἀθήνη ἔξυσ᾽ ἀσκήσασα, τίθει δ᾽ ἐνὶ δαίδαλα πολλά· χρυσείῃς δ᾽ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.180 ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ, ἐν δ᾽ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι τρίγληνα μορόεντα· χάρις δ᾽ ἀπελάμπετο πολλή. κρηδέμνῳ δ᾽ ἐφύπερθε καλύψατο δῖα θεάων καλῷ νηγατέῳ· λευκὸν δ᾽ ἦν ἠέλιος ὥς· ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον βῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ᾽ Ἀφροδίτην τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε· ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,190 ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ, οὕνεκ᾽ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις; Τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. Τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους. εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,200 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, οἵ μ᾽ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ᾽ ἀτίταλλον δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης· τοὺς εἶμ᾽ ὀψομένη, καί σφ᾽ ἄκριτα νείκεα λύσω· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι, αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.210 Τὴν δ᾽ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη· οὐκ ἔστ᾽ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι· Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις. Ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο· ἔνθ᾽ ἔνι μὲν φιλότης, ἐν δ᾽ ἵμερος, ἐν δ᾽ ὀαριστὺς πάρφασις, ἥ τ᾽ ἔκλεψε νόον πύκα περ φρονεόντων. τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε· τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι220 ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς. Ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη, μειδήσασα δ᾽ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ. Ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη, Ἥρη δ᾽ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, Πιερίην δ᾽ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατ᾽ ἐφ᾽ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν· ἐξ Ἀθόω δ᾽ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα, Λῆμνον δ᾽ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.230 ἔνθ᾽ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο, ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ᾽ ἀνθρώπων, ἠμὲν δή ποτ᾽ ἐμὸν ἔπος ἔκλυες, ἠδ᾽ ἔτι καὶ νῦν πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. κοίμησόν μοι Ζηνὸς ὑπ᾽ ὀφρύσιν ὄσσε φαεινὼ αὐτίκ᾽ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ χρύσεον· Ἥφαιστος δέ κ᾽ ἐμὸς πάϊς ἀμφιγυήεις τεύξει᾽ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,240 τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων. Τὴν δ᾽ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος· Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται· Ζηνὸς δ᾽ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην οὐδὲ κατευνήσαιμ᾽, ὅτε μὴ αὐτός γε κελεύοι. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς250 ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ ὄρσασ᾽ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, καί μιν ἔπειτα Κόων δ᾽ εὖ ναιομένην ἀπένεικας νόσφι φίλων πάντων. ὃ δ᾽ ἐπεγρόμενος χαλέπαινε ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ᾽ ἔξοχα πάντων ζήτει· καί κέ μ᾽ ἄϊστον ἀπ᾽ αἰθέρος ἔμβαλε πόντῳ, εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν· τὴν ἱκόμην φεύγων, ὃ δ᾽ ἐπαύσατο χωόμενός περ.260 ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι. νῦν αὖ τοῦτό μ᾽ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι. Τὸν δ᾽ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη· Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς; ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο; ἀλλ᾽ ἴθ᾽, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν Ὣς φάτο, χήρατο δ᾽ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα· ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,270 χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, τῇ δ᾽ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες μάρτυροι ὦσ᾽ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων Πασιθέην, ἧς τ᾽ αὐτὸς ἐέλδομαι ἤματα πάντα. Ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, ὄμνυε δ᾽ ὡς ἐκέλευε, θεοὺς δ᾽ ὀνόμηνεν ἅπαντας τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται. αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε280 ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον. Ἴδην δ᾽ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δ᾽ ἐπὶ χέρσου βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη. ἔνθ᾽ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ᾽ ἐν Ἴδῃ μακροτάτη πεφυυῖα δι᾽ ἠέρος αἰθέρ᾽ ἵκανεν· ἔνθ᾽ ἧστ᾽ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ᾽ ἐν ὄρεσσι χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.290 Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς. ὡς δ᾽ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. στῆ δ᾽ αὐτῆς προπάροιθεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν· Ἥρη πῇ μεμαυῖα κατ᾽ Οὐλύμπου τόδ᾽ ἱκάνεις; ἵπποι δ᾽ οὐ παρέασι καὶ ἅρματα τῶν κ᾽ ἐπιβαίης. Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,300 Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ᾽ ἀτίταλλον· τοὺς εἶμ᾽ ὀψομένη, καί σφ᾽ ἄκριτα νείκεα λύσω· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. ἵπποι δ᾽ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης ἑστᾶσ᾽, οἵ μ᾽ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ᾽ Οὐλύμπου τόδ᾽ ἱκάνω, μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ οἴχωμαι πρὸς δῶμα βαθυῤῥόου Ὠκεανοῖο.310 Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, νῶϊ δ᾽ ἄγ᾽ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. οὐ γάρ πώ ποτέ μ᾽ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, οὐδ᾽ ὁπότ᾽ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ᾽ ἀτάλαντον· οὐδ᾽ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· οὐδ᾽ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,320 ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν· οὐδ᾽ ὅτε περ Σεμέλης οὐδ᾽ Ἀλκμήνης ἐνὶ Θήβῃ, ἥ ῥ᾽ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα· ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν· οὐδ᾽ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, οὐδ᾽ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς, ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι330 Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· πῶς κ᾽ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων εὕδοντ᾽ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. ἀλλ᾽ εἰ δή ῥ᾽ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν· ἔνθ᾽ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή. Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·340 Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν᾽ ἀνδρῶν ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω χρύσεον· οὐδ᾽ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι. Ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· τοῖσι δ᾽ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, λωτόν θ᾽ ἑρσήεντα ἰδὲ κρόκον ἠδ᾽ ὑάκινθον πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ᾽ ἔεργε. τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν χρυσείην· στιλπναὶ δ᾽ ἀπέπιπτον ἔερσαι.350 Ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ᾽ ἀγκὰς ἄκοιτιν· βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ· ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ᾽ ἔτι εὕδει Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ᾽ ἐκάλυψα· Ἥρη δ᾽ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι. Ὣς εἰπὼν ὃ μὲν ᾤχετ᾽ ἐπὶ κλυτὰ φῦλ᾽ ἀνθρώπων,360 τὸν δ᾽ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν. αὐτίκα δ᾽ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν· Ἀργεῖοι καὶ δ᾽ αὖτε μεθίεμεν Ἕκτορι νίκην Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται; ἀλλ᾽ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ᾽ Ἀχιλλεὺς νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ· κείνου δ᾽ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι ἡμεῖς ὀτρυνώμεθ᾽ ἀμυνέμεν ἀλλήλοισιν. ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται370 ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι κρύψαντες, χερσίν τε τὰ μακρότατ᾽ ἔγχε᾽ ἑλόντες ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ᾽ ἔτι φημὶ Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. ὃς δέ κ᾽ ἀνὴρ μενέχαρμος, ἔχει δ᾽ ὀλίγον σάκος ὤμῳ, χείρονι φωτὶ δότω, ὃ δ᾽ ἐν ἀσπίδι μείζονι δύτω. Ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· τοὺς δ᾽ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων· οἰχόμενοι δ᾽ ἐπὶ πάντας ἀρήϊα τεύχε᾽ ἄμειβον·380 ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν. αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν βάν ῥ᾽ ἴμεν· ἦρχε δ᾽ ἄρά σφι Ποσειδάων ἐνοσίχθων δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ εἴκελον ἀστεροπῇ· τῷ δ᾽ οὐ θέμις ἐστὶ μιγῆναι ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας. Τρῶας δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ. δή ῥα τότ᾽ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ, ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δ᾽ Ἀργείοισιν ἀρήγων.390 ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ. οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ· οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο οὔρεος ἐν βήσσῃς, ὅτε τ᾽ ὤρετο καιέμεν ὕλην· οὔτ᾽ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ δεινὸν ἀϋσάντων, ὅτ᾽ ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.400 Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ᾽ ἀφάμαρτε, τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην, ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου· τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ᾽ Ἕκτωρ, ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων. τὸν μὲν ἔπειτ᾽ ἀπιόντα μέγας Τελαμώνιος Αἴας χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας410 στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, στρόμβον δ᾽ ὣς ἔσσευε βαλών, περὶ δ᾽ ἔδραμε πάντῃ. ὡς δ᾽ ὅθ᾽ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς πρόῤῥιζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ ἐξ αὐτῆς, τὸν δ᾽ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός, ὣς ἔπεσ᾽ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι· χειρὸς δ᾽ ἔκβαλεν ἔγχος, ἐπ᾽ αὐτῷ δ᾽ ἀσπὶς ἑάφθη καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν420 ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς αἰχμάς· ἀλλ᾽ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ Σαρπηδών τ᾽ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων. τῶν δ᾽ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ᾽ ἄρ᾽ ἑταῖροι χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρ᾽ ἵκεθ᾽ ἵππους ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ᾽ ἔχοντες·430 οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα. Ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋῤῥεῖος ποταμοῖο Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ χεῦαν· ὃ δ᾽ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, ἑζόμενος δ᾽ ἐπὶ γοῦνα κελαινεφὲς αἷμ᾽ ἀπέμεσσεν· αὖτις δ᾽ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε νὺξ ἐκάλυψε μέλαινα· βέλος δ᾽ ἔτι θυμὸν ἐδάμνα. Ἀργεῖοι δ᾽ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.440 ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων Ἤνοπι βουκολέοντι παρ᾽ ὄχθας Σατνιόεντος. τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν οὖτα κατὰ λαπάρην· ὃ δ᾽ ἀνετράπετ᾽, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. τῷ δ᾽ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον υἱὸν Ἀρηϊλύκοιο, δι᾽ ὤμου δ᾽ ὄβριμον ἔγχος450 ἔσχεν, ὃ δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. Πουλυδάμας δ᾽ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· οὐ μὰν αὖτ᾽ ὀΐω μεγαθύμου Πανθοΐδαο χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω. Ὣς ἔφατ᾽, Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο· Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα. καρπαλίμως δ᾽ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.460 Πουλυδάμας δ᾽ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν λικριφὶς ἀΐξας, κόμισεν δ᾽ Ἀντήνορος υἱὸς Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον. τόν ῥ᾽ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, νείατον ἀστράγαλον, ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε· τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε οὔδεϊ πλῆντ᾽ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος. Αἴας δ᾽ αὖτ᾽ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι· φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες ἦ ῥ᾽ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι470 ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ, ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει. Ἦ ῥ᾽ εὖ γιγνώσκων, Τρῶας δ᾽ ἄχος ἔλλαβε θυμόν. ἔνθ᾽ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δ᾽ ὕφελκε ποδοῖιν. τῷ δ᾽ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι οὔ θην οἴοισίν γε πόνος τ᾽ ἔσεται καὶ ὀϊζὺς ἡμῖν, ἀλλά ποθ᾽ ὧδε κατακτενέεσθε καὶ ὔμμες.480 φράζεσθ᾽ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι. Ὣς ἔφατ᾽, Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο· Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· ὁρμήθη δ᾽ Ἀκάμαντος· ὃ δ᾽ οὐχ ὑπέμεινεν ἐρωὴν Πηνελέωο ἄνακτος· ὃ δ᾽ οὔτασεν Ἰλιονῆα υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·490 τῷ δ᾽ ἄρ᾽ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα. τὸν τόθ᾽ ὑπ᾽ ὀφρύος οὖτα κατ᾽ ὀφθαλμοῖο θέμεθλα, ἐκ δ᾽ ὦσε γλήνην· δόρυ δ᾽ ὀφθαλμοῖο διὰ πρὸ καὶ διὰ ἰνίου ἦλθεν, ὃ δ᾽ ἕζετο χεῖρε πετάσσας ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε αὐτῇ σὺν πήληκι κάρη· ἔτι δ᾽ ὄβριμον ἔγχος ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος500 πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν· οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν. Ὣς φάτο, τοὺς δ᾽ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. Ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι ὅς τις δὴ πρῶτος βροτόεντ᾽ ἀνδράγρι᾽ Ἀχαιῶν ἤρατ᾽, ἐπεί ῥ᾽ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα510 Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· Φάλκην δ᾽ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, Τεῦκρος δὲ Προθόωνά τ᾽ ἐνήρατο καὶ Περιφήτην· Ἀτρεΐδης δ᾽ ἄρ᾽ ἔπειθ᾽ Ὑπερήνορα ποιμένα λαῶν οὖτα κατὰ λαπάρην, διὰ δ᾽ ἔντερα χαλκὸς ἄφυσσε δῃώσας· ψυχὴ δὲ κατ᾽ οὐταμένην ὠτειλὴν ἔσσυτ᾽ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. πλείστους δ᾽ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός· οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν520 ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.
Крик неспокойно услышал и Нестор, под сению пьющий; Быстро к Асклепия сыну крылатую речь устремил он: «Что, благородный Махаон, из дел сих нерадостных будет?. Крик при судах возрастает воинственный юношей наших! Друг, сиди у меня и багряным вином укрепляйся: Теплую ванну тебе Гекамеда кудрявая в куще Скоро нагреет и прах кровавый на теле омоет. Я подымусь лишь на холм и немедленно все распознаю.» Рек — и художно сработанный щит захватил он сыновний, Медью блестящий, который герой Фразимед конеборец В сени оставил, а сам со щитом подвизался отцовским; Крепкое взял копие, повершенное острою медью; Вышел, пред кущею стал, и мгновенно позорное дело Видит: ахейцы бегут, а бегущих преследуют с тыла Гордые воины Трои; разбита твердыня ахеян! Словно как море великое зыбью немою чернеет, Предзнаменуя нашествие быстрое шумного ветра, Только чернеет, еще ни сюда, ни туда не колышась, Ветер доколе решительный, посланный Зевсом, не снидет, — Так нерешительно Нестор душой колебался, волнуясь Думой двоякой: к рядам ли идти аргивян быстроконных Или к владыке мужей, властелину народов Атриду? В сих волновавшемусь думах, сдалося полезнее старцу К сыну Атрея идти. Между тем истребляли друг друга Воины в битве; звучала ужасно вкруг тел их могучих Медь, под ударом мечей и пик обоюдуконечных. С Нестором встретились скоро цари, питомцы Зевеса, Шедшие от кораблей, уязвленные прежде на битве, Царь Диомед, Одиссей и державный Атрид Агамемнон. Их корабли от равнины, где бились, далеко стояли Берегом моря седого: они извлекли их на сушу Первые; стену ж при них совокупно с другими воздвигли. Берег, как ни был обширен, не мог обоюдувесельных Всех кораблей их принять; стеснены ополчения были: Лествицей их извлекли на песок и наполнили целый Берег залива широкого, все между мысов пространство. Три воеводы, пылая увидеть смятенную битву, Рядом шли, подпираяся копьями; полно печали Было их сердце. С ними встретился конник геренский Нестор и более дух поразил у ахейских героев. Быстро воскликнул ему повелитель мужей Агамемнон: «Нестор, божественный старец, великая слава данаев! Что приходил ты сюда, смертоносную битву оставив? О, трепещу я, да слова не выполнит Гектор ужасный: Некогда он, среди сонма троянского, гордый, грозился В град от судов возвратиться не прежде, доколе ахейских Всех кораблей не сожжет и ахеян самих не изгубит. Так он на сонме грозился, — и все совершается ныне! Боги! Так все ополчения меднооружных данаев Ненависть в сердце ко мне, как Пелид быстроногий, питают, Если сражаться они не хотят при кормах корабельных!» Быстро Атриду ответствовал Нестор, конник геренский: «Так, Агамемнон, свершается все! и уже не возмог бы Сам громовержец того, что свершилось, устроить иначе! Пала твердыня ахеян, которая, мы уповали, Нам от врагов и судам нерушимой защитою будет. Но враги при судах беспрестанной, упорною битвой Вкруг нас теснят, и уже не узнаешь, внимательно смотря, Где аргивяне теснимые в большем расстройстве мятутся. Всюду смятенье, убийство, и вопль раздается до неба! Други, помыслим, какое из дел сих последствие будет? Может быть, разум поможет. Но в битву вступать, воеводы, Я не советую вам: уязвленным не должно сражаться.» Нестору вновь говорил повелитель мужей Агамемнон: «Нестор, если уж бой при кормах корабельных пылает, Если не в помощь ни вал нам высокий, ни ров, для которых Столько трудов мы терпели, которые, мы уповали, Нам от врагов и судам нерушимой защитою будут: Нет сомнения, Зевсу всесильному видеть угодно Здесь, от Эллады далеко, ахеян бесславно погибших! Было то время, как ревностно он защищал и ахеян; Ныне, я вижу, он Трои сынов, как бессмертных блаженных, Славой венчает, ахейцам же силы и руки сковал он! Слушайте ж, други, один мой совет, и его мы исполним: Первые наши суда, находящиесь близко пучины, Двинем немедля и спустим их все на священное море; Станем высоко держаться на котвах, пока не наступит Ночь безлюдная; может быть, в ночь прекратят нападенье Трои сыны; и тогда мы суда и последние спустим. Нет стыда избегать от беды и под мраками ночи; Лучше бежа избежать от беды, чем вдаваться в погибель!» Косо взглянув на него, возгласил Одиссей многоумный: «Слово какое, властитель, из уст у тебя излетело? Пагубный! лучше другим бы каким-либо воинством робким Ты предводил, а не нами владел, не мужами, которым С юности нежной до старости Зевс подвизаться назначил В бранях жестоких, пока не погибнет с оружием каждый! Или ты хочешь троянский сей град многолюдный оставить, Град, вкруг которого столько ужасных мы бед претерпели? Смолкни, чтоб кто-либо здесь не услышал еще из ахеян Речи, какой никогда и в устах иметь не захочет, Кто говорить разумеет согласное с разумом здравым, Кто скиптродержец, кому повинуются столько народов, Сколько тебе, неисчетных аргивских племен повелитель! Замысел твой отвергаю я вовсе и что ты вещаешь! Ты предлагаешь теперь, в продолжение боя и смуты, В море спускать корабли, да желанное сердцу троянам, В брани и так торжествующим, сбудется все? а над нами Грозная гибель над всеми обрушится! ибо ахейцы Боя не выдержат, если суда повлекутся на волны: Вспять озираться начнут и оставят воинскую доблесть, И твои нас советы погубят, правитель народа!» Быстро воскликнул тогда повелитель мужей Агамемнон: «О Лаэртид! поразил ты глубоко упреком жестоким Душу мою; но ахеянам я не даю повелений Влечь вопреки их желаньям, судов многоместных на волны. Муж да предстанет и лучший совет моего да предложит; Юноша он или старец — равно мне приятен он будет.» И меж них взговорил Диомед, воеватель бесстрашный: «Муж сей пред вами! не долго искать его, если угоден Добрый совет: но меня да не презрит никто, оскорбляясь Тем, что начну говорить между вами, героями, младший. Сам справедливо горжусь я отца знаменитого родом, Кровью Тидея, которого в Фивах сокрыла могила. Три непорочные сына на свет рождены от Порфея; Жили в Плевроне и в тучной земле, Калидоне гористом, Агрий и Мелас, а третий из них был Иней конеборец, Дед мой, Тидеев отец, знаменитейший доблестью всех их. Там же и он обитал; но родитель мой в Аргос укрылся, Долго скитавшийся: Зевс и бессмертные так восхотели. Дочерь Адраста избравши супругою, дому владыка, Благами жизни богатый, довольно имел он обширных Нив хлебородных, множество разных садов плодоносных, Множество стад он имел, и ахейских мужей копьеборством Всех превышал; но сие вы, как истину, слышали сами. Зная ж, цари, что и я не презренного племени отрасль, Вы не презрите советом, который скажу я свободно: В битву пойдем, невзирая на раны: зовет неизбежность! Там мы покажемся ратям; но боя удержимся, ставши Одаль от стрел, чтобы кто-либо раны на рану не принял; Только других поощрим на сражение: множество ратных, Слабым сердцам угождая, стоят вдалеке, не сражаясь.» Так говорил, — и, внимательно слушав, цари покорились; К битве пошли, и предшествовал им Агамемнон державный. Тою порой не вотще соглядал Посидон земледержец: Он воеводам явился под образом древнего мужа; Взял за десную царя, устроителя ратей Атрида, И к нему возгласил, устремляя крылатые речи: «Царь Агамемнон! теперь Ахиллесово мрачное сердце С радости в персях трепещет, как гибель и бегство данаев Он созерцает! и нет у него ни малейшего чувства! Пусть же он так и погибнет, и бог постыдит горделивца! Ты ж, Агамемнон, не вовсе блаженным богам ненавистен; Может быть, скоро троянских племен и вожди и владыки Прах по широкому полю подымут; может быть, скоро Ты их увидишь бегущих от наших судов и от кущей.» Рек он — и с криком ужасным понесся стремительно полем. Словно как девять иль десять бы тысяч воскликнули разом Сильных мужей на войне, зачинающих ярую битву, — Гласом из персей таким колебатель земли Посидаон Грянул меж воинств, и каждому в сердце ахейцу вдохнул он Бурную силу, без устали вновь воевать и сражаться. Гера, царица златопрестольная, став на Олимпе, Взоры свои с высоты устремила и скоро узнала Быстро уже пролегевшего поприще славного боя Брата и деверя мощного; радость проникла ей душу. Зевса ж, на высях сидящего Иды, потоками шумной, Гера узрела, и был ненавистен он сердцу богини. Начала думы вращать волоокая Зевса супруга, Как обольстить ей божественный разум царя Эгиоха? Лучшею сердцу богини сия показалася дума: Зевсу на Иде явиться, убранством себя изукрасив. Может быть, он возжелает почить и любви насладиться, Видя прелесть ее, а она и глубокий и сладкий, Может быть, сон пролиет на зеницы его и на разум. Гера вошла в почивальню, которую сын ей любезный Создал Гефест. К вереям примыкались в ней плотные двери Тайным запором, никем от бессмертных еще не отверстым. В оную Гера вступив, затворила блестящие створы; Там амброзической влагой она до малейшего праха С тела прелестного смыв, умастилася маслом чистейшим, Сладким, небесным, изящнейшим всех у нее благовоний: Чуть сотрясали его в медностенном Крониона доме - Вдруг до земли и до неба божественный дух разливался. Им умастивши прекрасное тело, власы расчесала, Хитро сплела и сложила, и волны блистательных кудрей, Пышных, небеснодушистых, с бессмертной главы ниспустила. Тою душистой оделася ризой, какую Афина, Ей соткав, изукрасила множеством дивных узоров; Ризу златыми застежками выше грудей застегнула. Стан опоясала поясом, тьмою бахром окруженным. В уши — прекрасные серьги с тройными подвесями вдела, Ярко игравшие: прелесть кругом от богини блистала. Легким покровом главу осенила державная Гера, Пышным, новым, который, как солнце, сиял белизною. К светлым ногам привязала красы велелепной плесницы. Так для очей восхитительным тело, украсив убранством, Вышла из ложницы Гера и Зевсову дочь Афродиту Вдаль от бессмертных других отозвала и ей говорила: «Что я скажу, пожелаешь ли, милая дочь, мне исполнить? Или отвергнешь, Киприда, в душе на меня сокрывая Гнев, что я за данаев, а ты благосклонна троянам?» Ей отвечала немедленно Зевсова дочь Афродита: «Гера, богиня старейшая, отрасль великого Крона! Молви, чего ты желаешь; исполнить сердце велит мне, Если исполнить могу я и если оно исполнимо.» Ей, коварствуя сердцем, вещала державная Гера: «Дай мне любви, Афродита, дай мне тех сладких желаний, Коими ты покоряешь сердца и бессмертных и смертных. Я отхожу далеко, к пределам земли многодарной, Видеть бессмертных отца Океана и матерь Тефису, Кои питали меня и лелеяли в собственном доме, Юную взявши от Реи, как Зевс беспредельно гремящий Крона под землю низверг и под волны бесплодного моря. Их я иду посетить, чтоб раздоры жестокие кончить. Долго, любезные сердцу, объятий и брачного ложа Долго нуждаются боги: вражда им вселилася в души. Если родителей я примирю моими словами, Если на одр возведу, чтобы вновь сочетались любовью, Вечно остануся я и любезной для них, и почтенной.» Ей, улыбаясь пленительно, вновь отвечала Киприда: «Мне невозможно, не должно твоих отвергать убеждений: Ты почиваешь в объятиях бога всемощного Зевса.» Так говоря, разрешила на персях иглой испещренный Пояс узорчатый: все обаяния в нем заключались; В нем и любовь и желания, шепот любви, изъясненья, Льстивые речи, не раз уловлявшие ум и разумных. Гере его подала и такие слова говорила: «Вот мой пояс узорный, на лоне сокрой его, Гера! В нем заключается все; и в чертоги Олимпа, надеюсь, Ты не придешь, не исполнивши пламенных сердца желаний.» Так изрекла; улыбнулась лилейнораменная Гера, И с улыбкой сокрыла блистательный пояс на лоне. К сонму богов возвратилася Зевсова дочь Афродита. Гера же, вдруг устремившись, оставила выси Олимпа, Вдруг пролетела Пиерии холмы, Эмафии долы, Быстро промчалась по снежным горам фракиян быстроконных, Выше утесов паря и стопами земли не касаясь; С гордой Афоса вершины сошла на волнистое море; Там ниспустилася в Лемне, Фоасовом граде священном; Там со Сном повстречалася, братом возлюбленным Смерти; За руку бога взяла, называла и так говорила: «Сон, повелитель всех небожителей, всех земнородных! Если когда-либо слово мое исполнял ты охотно, Ныне исполни еще: благодарность моя беспредельна. Сон, усыпи для меня громодержцевы ясные очи, В самый тот миг, как на ложе приму я в объятия бога. В дар от меня ты получишь трон велелепный, нетленный, Златом сияющий: сын мой, художник, Гефест хромоногий, Сам для тебя сотворит и подножием пышным украсит, Нежные ноги тебе на пиршествах сладких покоить.» Гере державной немедля ответствовал Сон усладитель: «Гера, богиня старейшая, отрасль великого Крона! Каждого я из богов, населяющих небо и землю, Сном одолею легко: усыплю я и самые волны Древней реки Океана, от коего все родилося. К Кронову ж сыну, царю, и приближиться я не посмею, В сон не склоню громодержца, доколе не сам повелит он. Помню, меня он и прежде своей образумил грозою, В день, как возвышенный духом Геракл, порожденный Зевесом, Плыл от брегов Илиона, троянского града рушитель: В оный я день обаял Эгиоха всесильного разум, Сладко разлившися; ты ж устрояла напасти Гераклу; Ты неистовых ветров воздвигнула бурю на море, Сына его далеко от друзей, далеко от отчизны, Бросила к брегу Кооса. Воспрянул Кронид и грозою Всех по чертогу рассыпал бессмертных; меня наипаче Гневный искал и на гибель с неба забросил бы в море, Если бы Ночь не спасла, и бессмертных и смертных царица. К ней я, спасаясь, прибег. Укротился, как ни был разгневан, Зевс молнелюбец: священную Ночь оскорбить он страшился. Ты же велишь мне опять посягнуть на опасное дело!» Вновь говорила ему волоокая Гера богиня: «Сон усладитель, почто беспокойные мысли питаешь? Или ты думаешь, будет троян защищать громовержец Так же, как в гневе своем защищал он любезного сына? Шествуй; тебе в благодарность юнейшую дам я Хариту; Ты обоймешь наконец, назовешь ты своею супругой Ту Пазифею, по коей давно все дни воздыхаешь.» Так изрекла, и ответствовал Сон, восхищенный обетом: «Гера, клянись нерушимою клятвою, Стикса водою; Руки простри и коснися, одною — земли многодарной, Светлого моря — другою, да будут свидетели клятвы Все преисподние боги, присущие древнему Крону: Ими клянися, что мне ты супругой Хариту младую Дашь Пазифею, по коей давно я все дни воздыхаю.» Рек, — и ему покорилась лилейнораменная Гера; Руки простерши, клялась и, как он повелел, призывала Всех богов преисподних, Титанами в мире зовомых. Ими клялася, и страшную клятву едва совершила, Оба взвились и оставили Имбра и Лемна пределы; Оба, одетые облаком, быстро по воздуху мчались. Скоро увидели Иду, зверей многоводную матерь; Около Лекта оставивши понт, божества над землею Быстро текли, и от стоп их — дубрав потрясались вершины. Там разлучилися: Сон, от Кронидовых взоров таяся, Сел на огромнейшей ели, какая в то время на Иде, Высшая, гордой главою сквозь воздух в эфир уходила; Там он сидел, укрываясь под мрачными ветвями ели, Птице подобяся звонкоголосой, виталице горной, В сонме бессмертных слывущей халкидой, у смертных киминдой. Гера владычица быстро всходила на Гаргар высокий, Иды горы на вершину: увидел ее громовержец, Только увидел, — и страсть обхватила могучую душу Тем же огнем, с каким насладился он первой любовью, Первым супружеским ложем, от милых родителей тайным. Встречу супруге восстал громовержец и быстро воскликнул: «Гера супруга! почто же ты шествуешь так от Олимпа? Я ни коней при тебе, ни златой колесницы не вижу.» Зевсу, коварствуя сердцем, вещала державная Гера: «Я отхожу, о супруг мой, к пределам земли даровитой, Видеть бессмертных отца Океана и матерь Тефису. Боги питали меня и лелеяли в собственном доме. Их я иду посетить, чтоб раздоры жестокие кончить. Долго, любезные сердцу, объятий и брачного ложа Долго чуждаются боги: вражда им вселилася в души. Кони при мне, у подошвы обильной потоками Иды Ждут и оттоле меня и по суше помчат и по влаге. Но сюда я, Кронид, прихожу для тебя от Олимпа, Ты на меня, о супруг, не разгневался б, если безмолвно В дом отойду Океана, глубокие льющего воды.» Быстро ответствовал ей воздымающий тучи Кронион: «Гера супруга, идти к Океану и после ты можешь. Ныне почием с тобой и взаимной любви насладимся. Гера, такая любовь никогда, ни к богине, ни к смертной, В грудь не вливалася мне и душою моей не владела! Так не любил я, пленяся младой Иксиона супругой, Родшею мне Пирифоя, советами равного богу; Ни Данаей прельстясь, белоногой Акрисия дщерью, Родшею сына Персея, славнейшего в сонме героев; Ни владея младой знаменитого Феникса дщерью, Родшею Криту Миноса и славу мужей Радаманта; Ни прекраснейшей смертной пленяся, Алкменою в Фивах, Сына родившей героя, великого духом Геракла; Даже Семелой, родившею радость людей Диониса; Так не любил я, пленясь лепокудрой царицей Деметрой, Самою Летою славной, ни даже тобою, о Гера! Ныне пылаю тобою, желания сладкого полный!» Зевсу, коварствуя сердцем, вещала державная Гера: «Страшный Кронион! какие ты речи, могучий, вещаешь? Здесь ты желаешь почить и объятий любви насладиться, Здесь, на Идейской вершине, где все открывается взорам? Что ж, и случиться то может, если какой из бессмертных Нас почивших увидит и всем населяющим небо Злобный расскажет? Тогда не посмею, восставшая с ложа, Я в олимпийский твой дом возвратиться: позорно мне будет! Если желаешь и если твоей душе то приятно, Есть у тебя почивальня, которую сын твой любезный Создал Гефест, и плотные двери с запором устроил. В оной почить удалимся, когда ты желаешь покоя.» Гере быстро ответствовал туч воздыматель Кронион: «Гера супруга, ни бог, на меня положися, ни смертный Нас не увидит: такой над тобою кругом распростру я Облак златой; сквозь него не проглянет ни самое солнце, Коего острое око все проницает и видит.» Рек — и в объятия сильные Зевс заключает супругу. Быстро под ними земля возрастила цветущие травы, Лотос росистый, шафран и цветы гиацинты густые, Гибкие, кои богов от земли высоко подымали. Там опочили они, и одел почивающих облак Пышный, златой, из которого капала светлая влага. Так беззаботно, любовью и сном побежденный, Кронион Спал на вершине Идейской, в объятиях Геры супруги. Быстро к судам аргивян победительный Сон обратился, Радости весть возвестить черновласому Энносигею; Стал перед ним и воззвал, устремляя крылатые речи: «Ревностно, царь Посидаон, теперь поборай за данаев! Даруй ты им хоть мгновенную славу, пока почивает Зевс громовержец: царя окружил я дремотою сладкой; Гера склонила его насладиться любовью и ложем.» Рек — и к другим отлетел племенам человеческим славным, Боле еще возбудив Посидона к защите ахеян. Он пред ряды первоборные вышел вперед, восклицая: «Мы ли, ахейцы, опять Приамиду победу уступим? Мы ли допустим, чтоб взял корабли он и славой покрылся? Так похваляется он и грозит, оттого что бездействен Близ кораблей остается могучий Пелид прогневленный. Но и в Пелиде нам нужды не будет, когда совокупно Все устремимся, решася стоять одному за другого! Други, внимайте, совет предложу я, а вы повинуйтесь: Быстро щитами, которые в воинстве лучше и больше, Перси оденем, шеломами крепкими чела покроем И, медножалые, длинные копья в руках потрясая, Храбро пойдем, перед вами я сам; я не мню, чтобы Гектор Мог против нас устоять, и неистово бурный на битвах! Кто меж бойцами могуч, но щитом не великим владеет, Слабому пусть передаст он, а сам да идет под великим.» Так он вещал, — и с усердием пламенным все покорились. Сами цари, забывая их язвы, строили ратных, Царь Диомед, Одиссей и державный Атрид Агамемнон; Рать обходя, заставляли менять боевые доспехи: Крепкие крепкий вздевал, отдавая слабейшие слабым. Так ополчившися пышносияющей медью, данаи Двинулись; их предводил Посидаон, колеблющий землю, Меч долголезвенный, страшный неся во всемощной деснице, Равный молнии пламенной: с ним невозможно встречаться В сече погибельной, — смертного ужасом он поражает. Рати троянские встречу построил блистательный Гектор. В оное время ужаснейший спор ратоборный воздвигли Бог Посидон черновласый и шлемом сверкающий Гектор, Сей илионян любезных, а тот аргивян защищая. Море восстало и волны до самых судов и до кущей С ревом плескало, а рати сходилися с воплем ужасным. Волны морские не столько свирепые воют у брега, Быстро гонимые с моря дыханием бурным Борея; Огнь-истребитель не столько шумит, распыхавшись пожаром, Если, по дебри гористой разлившися, лес пожирает; Ветер не столько гремит по дубам высоковолосым, Если со всею свирепостью воет над ними, бушуя, — Сколько гремел на побоище голос троян и ахеян, Кои с неистовым воплем одни на других устремлялись. Первый в Аякса копьем шлемоблещущий Гектор ударил, В миг, как Аякс на него наступал, и наметил он верно; Там, где на персях два перевесных ремня простирались, Сей от щита, а другой от меча у Аякса героя, Там поразил; но ремни защитили. Разгневался Гектор, Видя, что быстрая медь бесполезно из рук излетела; К сонму друзей отступил Приамид, избегающий смерти. Но его отступившего вдруг поразил Теламонид Камнем, которые кучей, подпоры судов извлеченных, Там у бойцов под ногами крутились: такой подхвативши, В грудь, чрез поверхность щита, поразил Приамида близ выи, Махом пустив, как кубарь, и пронесся он, шумно кружася. Словно как дуб под ударом крушительным Зевса Кронида Падает с корня, из древа разбитого вьется зловонный Серный дым; и стоит, как бездушный, паденья свидетель, Близкий прохожий: погибелен гром всемогущего Зевса, — Так ниспроверглася быстро на прах Приамидова крепость. Дрот из руки полетел, на него навалился огромный Щит и шелом, и взгремела на нем распещренная броня. С криком ужасным к нему полетели ахейцы младые, Падшего чая увлечь, и из рук на него устремили Множество пик; но не мог ни единый владыке народов Язвы нанесть, ни ударить; немедля его окружили Вои храбрейшие: Полидамас и Эней и Агенор, Ликии царь Сарпедон, и воинственный Главк непорочный; Не было мужа, о нем не радевшего; каждый над падшим Выпуклый щит в оборону простер; а друзья, Приамида На руки скоро подняв, из борьбы понесли, поспешая К коням ретивым, которые сзади сраженья и смуты С храбрым возницей и с пышной его колесницей стояли. Кони ко граду помчали стенящего тяжко героя. Но лишь примчались ко броду реки прекрасно текущей, Ксанфа пучинного, богом рожденного, Зевсом бессмертным, Там с колесницы его положили на землю и свежей Влагой лицо оросили. Вздохнул, проглянул он очами И, на коленях держащийся, кровью из уст обливался; Скоро опять опрокинулся в прах, и опять ему очи Мрачная ночь осенила: удар оглушал еще душу. Рати ахеян, увидевши Гектора, сшедшего с поля, Бросились жарче на гордых троян и возвысились духом. Первый от всех аргивян, Оилеев Аякс быстроборный Сатния смертно пробил, налетев с изощренною пикой, — Сатния, Энопа сына, которого нимфа наяда Энопу, пастырю стад, родила на брегах Сатниона. Сатния славный копейщик Аякс Оилид, налетевши, В пах поразил; опрокинулся он, и за труп Энопида Трои сыны и ахеяне подняли страшную сечу. Полидамас за него, потрясая огромною пикой. Мстителем вышел и, бросив, попал Профоенора в рамо, Ветвь Арейлика, — рамо пронзает могучая пика; В прах он падет и рукою хватает кровавую землю. Сын Панфоя, свирепо гордящийся, звучно воскликнул: «Скажет ли кто и теперь, что у храброго Полидамаса Тщетно из длани могучей огромная прянула пика! Острую принял какой-то ахеец и ею, надеюсь, Он, опираясь, пойдет в преисподние домы Аида!» Так восклицал. Огорчили ахеян надменного речи; Более ж всех у Аякса геройскую взорвали душу; Подле него пораженный противником пал Профоенор. Гневный Аякс в отступавшего ринул сверкающий дротик: Сам Панфоид едва от погибели черной избегнул, Прянувши вбок; но копье Архелох смертоносное принял, Сын Антеноров: ему предназначили боги погибель: Храброго дрот улучил в сочетание выи с главою, В верх позвонка, и рассек у несчастного крепкие жилы; Мощным ударом сраженный, главой он, лицом и устами Прежде ударился в дол, чем своими коленами, павший. Громко вскричал Теламонид к Панфоеву славному сыну: «Взор обрати, Панфоид, и поведай, троянец, мне правду: Пасть за вождя Профоенора сей не достоин ли воин? Он не презренный боец, не презренного, кажется, рода: Он илионян вождя, Антенора, смирителя коней, Сын или брат; Антенора он племени сильно подобен.» Так говорил, несомнительно зная. Печаль поразила Души троян, — и пронзил Акамас беотийца Промаха, Мстящий за брата, которого труп увлекал беотиец. Злобно над павшим гордился и так восклицал победитель: «Нет, аргивяне стрельцы, угроз расточители праздных! Нет, о друзья, не одним боевые труды и печали Нам суждены: одиноко погибель и вас постигает! Видите ль, воин и ваш, ниспроверженный пикой моею, Крепко уснул: не осталася месть за убитого брата Долго без платы! Разумен, кто пекся, как брат мой любезный, Брата в дому по себе, отомстителя смерти оставить!» Так говорил; аргивян оскорбили надменного речи; Более ж всех Пенелею воинственный дух взволновали. Бросился он на троянца; но сильного встретить удара Тот не дерзнул; и герой Пенелей Илионея свергнул, Отрасль Форбаса, стадами богатого. Гермесом был он Более всех из пергамцев любим и богатством ущедрен; Но от супруги имел одного Илионея сына. Пикой его Пенелей поразил в основание ока, Вышиб зрачок; проколовшая пика и око и череп Вышла сквозь тыл, и присел на побоище, руки раскинув, Юноша бедный; а тот, из влагалища вырвавши меч свой, В выю с размаха ударил и снес на кровавую землю Голову с медным шеломом; еще смертоносная пика В оке стояла; как мак, он кровавую голову поднял, Сонму троян показал и гордящийся так говорил им: «Трои сыны, известите родителей славного сына, Мать и отца Илионея; пусть его в доме оплачут! Ах! и младая жена беотиян героя Промаха Встретить супруга не к радости выйдет, когда из-под Трои Мы в кораблях возвратимся, младые ахейские мужи!» Рек он, — и лица пергамлян покрылися ужасом бледным; Каждый стал озираться на бегство от гибели грозной. Ныне поведайте мне, на Олимпе живущие Музы, Кто меж ахейцами первый корысти кровавые добыл В битве, на сторону их преклоненной царем Посидоном? Первый Аякс Теламонид отважного Иртия свергнул, Гиртова сына, вождя крепкодушных, воинственных мизов; Фалка сразил Антилох и оружия с Мермера сорвал; Вождь Мерион Гипотиона с Морисом храбрым низринул; Тевкр низложил Профоона и мчавшегось в бег Перифета; Сильный Атрид Гиперенора, пастыря сильных народов, В пах боковой заколол; копие, растерзавши утробу, Внутренность вырвало вон; из зияющей раны теснимый Дух излетел, и тьма Гиперенору очи покрыла. Более ж всех поразил Оилеев Аякс быстроногий: С ним из вождей не равнялся никто быстротой на погоне Воев бегущих, которых ужасом Зевс поражает.